<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="181"><p>μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ τὸ εἰρημένον
ὑπὸ τοῦ τελειωθέντος ἐξ ἀσκήσεως τόδε· „ὁ θεὸς ὁ τρέφων με
ἐκ νεότητος, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν“ (Gen. <lb n="5"/>
48, 15. 16)· ὁμολογεῖ γὰρ καὶ οὗτος ἤδη, ὅτι τὰ μὲν γνήσια τῶν ἀγαθῶν,
ἃ φιλαρέτους τρέφει ψυχάς, ἐπὶ θεὸν ἀναφέρεται μόνον ὡς αἴτιον,
ἡ δὲ τῶν κακῶν μοῖρα ἀγγέλοις ἐπιτέτραπται πάλιν, οὐδὲ ἐκείνοις ἔχουσι
τὴν τοῦ κολάζειν αὐτοκράτορα ἐξουσίαν, ἵνα μηδενὸς τῶν εἰς φθορὰν
 τεινόντων ἡ σωτήριος αὐτοῦ κατάρχῃ φύσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="182"><p>διὸ λέγει· „δεῦτε καὶ <lb n="10"/>
καταβάντες συγχέωμεν“. οἱ μὲν γὰρ ἀσεβεῖς τοιαύτης ἐπάξιοι δίκης
τυγχάνειν, ἵλεως καὶ εὐεργέτιδας καὶ φιλοδώρους αὐτοῦ δυνάμεις οἰκειοῦσθαι
τιμωρίαις. εἰδὼς μέντοι τῷ γένει τῶν ἀνθρώπων ὠφελίμους
ὑπαρχούσας δι’  ἑτέρων αὐτὰς ὥρισεν· ἔδει γὰρ τὸ μὲν ἐπανορθώσεως
ἀξιωθῆναι, τὰς δὲ πηγὰς τῶν ἀεννάων αὐτοῦ χαρίτων ἀμιγεῖς κακῶν <lb n="15"/>
<milestone unit="altpage1" n="p. 433 M."/>  οὐκ ὄντων μόνον ἀλλὰ καὶ νομιζομένων φυλαχθῆναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="183"><p><milestone unit="altref" n="37"/> Τίς δέ ἐστιν ἡ σύγχυσις, ἐρευνητέον. πῶς οὖν ἐρευνήσομεν;
οὕτως, ὥς γ’ ἐμοὶ φαίνεται· πολλάκις οὓς πρότερον οὐκ ᾔδειμεν, ἀπὸ
τῶν συγγενῶν καί τινα πρὸς αὐτοὺς ἐχόντων ἐμφέρειαν ἐγνωρίσαμεν·
οὐκοῦν καὶ πράγματα τὸν αὐτὸν τρόπον, ἃ μὴ ῥᾴδιον ἐξ ἑαυτῶν καταλαμβάνεσθαι, <lb n="20"/>
δῆλα γένοιτ’ ἂν κατὰ τὴν τῶν οἰκείων αὐτοῖς ὁμοιότητα.
</p></div></div></body></text></TEI>