<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="176"><p><milestone unit="altref" n="35"/> ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προτυπῶσαι· ὧν δὲ χάριν, ἤδη λεκτέον· ἡ μὲν φύσις τῶν ζῴων εἴς
<lb n="10"/> τε ἄλογον καὶ λογικὴν μοῖραν, ἐναντίας ἀλλήλαις, ἐτμήθη τὸ πρῶτον,
 <milestone unit="altpage2" n="p. 432 M."/> ἡ δ’ αὖ λογικὴ πάλιν εἴς τε τὸ φθαρτὸν καὶ ἀθάνατον εἶδος, φθαρτὸν
μὲν τὸ ἀνθρώπων, ἀθάνατον δὲ τὸ ψυχῶν ἀσωμάτων, αἳ κατά τε
ἀέρα καὶ οὐρανὸν περιπολοῦσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="177"><p>κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν
<lb n="15"/>  ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ <add>αἱ</add>
τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων
ἑκουσίων ἀδικημάτων ἁλίσκονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="178"><p>μόνος δὲ σχεδὸν ἐκ πάντων ὁ ἄνθρωπος ἀγαθῶν καὶ κακῶν ἔχων ἐπιστήμην αἱρεῖται μὲν
πολλάκις τὰ φαυλότατα, φεύγει δὲ τὰ σπουδῆς ἄξια, ὥστ’ αὐτὸν μάλιστα
<lb n="20"/>  ἐπὶ τοῖς ἐκ προνοίας ἁμαρτήμασι καταγινώσκεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="179"><p>προσηκόντως οὖν τὴν τούτου κατασκευὴν ὁ θεὸς περιῆψε καὶ τοῖς ὑπάρχοις αὐτοῦ
λέγων· „ποιήσωμεν ἄνθρωπον“, ἵνα αἱ μὲν τοῦ ἀνθρώπου κατορθώσεις
ἐπ’ αὐτὸν ἀναφέρωνται μόνον, ἐπ’ ἄλλους δὲ αἱ ἁμαρτίαι. θεῷ γὰρ
τῷ πανηγεμόνι ἐμπρεπὲς οὐκ ἔδοξεν εἶναι τὴν ἐπὶ κακίαν ὁδὸν ἐν ψυχῇ
<lb n="25"/> λογικῇ δι’ ἑαυτοῦ δημιουργῆσαι· οὗ χάριν τοῖς μετ’ αὐτὸν ἐπέτρεψε
τὴν τούτου τοῦ μέρους κατασκευήν. ἔδει γὰρ καὶ τὸ ἀντίπαλον τῷ
ἀκουσίῳ, τὸ ἑκούσιον, εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν κατασκευασθὲν
ἀναδειχθῆναι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="180"><p><milestone unit="altref" n="36"/> τοῦτο μὲν δὴ ταύτῃ λελέχθω. προσήκει δὲ κἀκεῖνο λελογίσθαι, ὅτι μόνων ἀγαθῶν ἐστιν ὁ θεὸς αἴτιος, κακοῦ δὲ
<lb n="30"/> οὐδενὸς τὸ παράπαν, ἐπειδὴ καὶ τὸ πρεσβύτατον τῶν ὄντων καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 θεῖον om. F ἐμπρεπὲς GFL2: εὐπρεπὲς HL1 (P evanidus)
<lb/>5 συμπράξεως addidi, ὑπηρεσίας vel ἐπικουρίας add. Mang. ὁ ταῖς] τοῖς H
<lb/>7 δοὺς om. HP ἐπιστήμην] Κουσίαν conicio
<lb/>10 ἐναντίας Turn. : ἐναντίαις GFL-, ἐναντία HPL1
<lb/>11 καὶ <add>τὸ</add> conicio
<lb/>12 fi̓άνατον GF: φαρτον HP αἱ] ἅς H 
<lb/>14 λαβοῦσαι G
<lb/>15 ἀνηνύτῳ GF αἱ add. Maug.
<lb/>16 <add>ὑπὸ</add> τῶν coni. Mang.
<lb/>19 ωαστ’ αὐτὸν Mang. : ὡς ταῦτα FHP, ὡς ταύτῃ G, ὤα στ’ αὗ τὰ Turn. 
<lb/>22 ἀωρώπου Mang. : νοῦ codd.
<lb/>23 αὐτῶν HP ἀναφέρονται H 
<lb/>24 κακία HP
<lb/>29 μόνον F</note>  

<pb n="v.2.p.264"/>
τελειότατον ἀγαθὸν αὐτὸς ἦν. ἐμπρεπέστατον δὲ τὰ οἰκεῖα τῇ ἑαυτοῦ φύσει
δημιουργεῖν ἄριστα τῷ ἀρίστῳ, τὰς μέντοι κατὰ πονηρῶν κολάσεις διὰ
 τῶν ὑπ’ αὐτὸν βεβαιοῦσθαι.</p></div></div></body></text></TEI>