<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="175"><p>βασιλεῖ δὲ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐμπρεπὲς ὁμιλεῖν τε καὶ χρῆσθαι πρὸς τὰς τῶν τοιούτων πραγμάτων ὑπηρεσίας, οἷσπερ
ἁρμόττει μὴ ὑπὸ μόνου πήγνυσθαι θεοῦ. χρεῖος μὲν γὰρ οὐδενός ἐστιν
ὁ τοῦ παντὸς πατήρ, ὡς δεῖσθαι τῆς ἀφ’ ἑτέρων, εἰ ἐθέλοι δημιουργῆσαι,
<lb n="5"/>  <add>συμπράξεως</add>, τὸ δὲ πρέπον ὁρῶν ἑαυτῷ τε καὶ τοῖς γινομένοις
ταῖς ὑπηκόοις δυνάμεσιν ἔστιν ἃ διαπλάττειν ἐφῆκεν, οὐδὲ ταύταις εἰσάπαν
αὐτοκράτορα δοὺς τοῦ τελεσιουργεῖν ἐπιστήμην, ἵνα μή τι πλημμεληθείη
τῶν ἀφικνουμένων εἰς γένεσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="176"><p><milestone unit="altref" n="35"/> ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προτυπῶσαι· ὧν δὲ χάριν, ἤδη λεκτέον· ἡ μὲν φύσις τῶν ζῴων εἴς
<lb n="10"/> τε ἄλογον καὶ λογικὴν μοῖραν, ἐναντίας ἀλλήλαις, ἐτμήθη τὸ πρῶτον,
 <milestone unit="altpage2" n="p. 432 M."/> ἡ δ’ αὖ λογικὴ πάλιν εἴς τε τὸ φθαρτὸν καὶ ἀθάνατον εἶδος, φθαρτὸν
μὲν τὸ ἀνθρώπων, ἀθάνατον δὲ τὸ ψυχῶν ἀσωμάτων, αἳ κατά τε
ἀέρα καὶ οὐρανὸν περιπολοῦσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="177"><p>κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν
<lb n="15"/>  ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ <add>αἱ</add>
τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων
ἑκουσίων ἀδικημάτων ἁλίσκονται.</p></div></div></body></text></TEI>