<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="171"><p> ἀναγκαῖον εἶναι. <milestone unit="altref" n="34"/> τούτου δὴ προδιομολογηθέντος ἀκόλουθον ἂν
εἴη συνυφαίνειν τὰ ἁρμόζοντα. τίν’ οὖν ἐστι, σκοπῶμεν· εἷς ὢν ὁ θεὸς
ἀμυθήτους περὶ αὑτὸν ἔχει δυνάμεις ἀρωγοὺς καὶ σωτηρίους τοῦ γενομένου <lb n="10"/>
πάσας, αἷς ἐμφέρονται καὶ αἱ κολαστήριοι·  ἔστι δὲ καὶ ἡ κόλασις
 οὐκ ἐπιζήμιον, ἁμαρτημάτων οὖσα κώλυσις καὶ ἐπανόρθωσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="172"><p>διὰ
τούτων τῶν δυνάμεων ὁ ἀσώματος καὶ νοητὸς ἐπάγη κόσμος, τὸ τοῦ
φαινομένου τοῦδε ἀρχέτυπον, ἰδέαις ἀοράτοις συσταθείς, ὥσπερ οὗτος
 σώμασιν ὁρατοῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="173"><p>καταπλαγέντες οὖν τινες τὴν ἑκατέρου τῶν κόσμων <lb n="15"/>
φύσιν οὐ μόνον ὅλους ἐξεθείωσαν, ἀλλὰ καὶ τὰ κάλλιστα τῶν ἐν αὐτοῖς
μερῶν, ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν, ἅπερ οὐδὲν αἰδεσθέντες
θεοὺς ἐκάλεσαν. ὧν τὴν ἀπόνοιαν κατιδὼν Μωυσῆς φησι·
„κύριε, κύριε, βασιλεῦ τῶν θεῶν“ (Deut. 10, 17) <add>εἰς</add>  ἔνδειξιν τῆς παρ’
 ὑπηκόους ἄρχοντος διαφορᾶς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="174"><p>ἔστι δὲ καὶ κατὰ τὸν ἀέρα ψυχῶν ἀσωμάτων <lb n="20"/>
ἱερώτατος χορὸς ὀπαδὸς τῶν οὐρανίων· ἀγγέλους τὰς ψυχὰς
ταύτας εἴωθε καλεῖν ὁ θεσπιῳδὸς λόγος· πάντ’ οὖν τὸν στρατὸν ἑκάστων
ἐν ταῖς ἁρμοττούσαις διακεκοσμημένον τάξεσιν ὑπηρέτην καὶ θεραπευτὴν
εἶναι συμβέβηκε τοῦ διακοσμήσαντος  ἡγεμόνος, ᾧ ταξιαρχοῦντι
κατὰ δίκην καὶ θεσμὸν ἕπεται· λιποταξίου γὰρ οὐ θέμις ἁλῶναί ποτε <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>4 πολυκοιρανοίη F
<lb/>7 καὶ πατέρα πάλιν om. Ε tertium καὶ om. GF 
<lb/>8 προομολογrιθἐντος E
<lb/>9 τίνα GFE ὢν om. P 9.
<lb/>10 θεὸς δύο τὰς ἀνωτάτω δυνάμεις ἔχει E
<lb/>10 —
<lb/>12 ἀρωγοὺς — ἐπανόρθωσις om. E 
<lb/>10 αὑτὸν Turn.: αὐτὸν codd. ἀρρωγοὑς HP σωτηρίου P
<lb/>11 ἔτι F καὶ ἡ GF: om. IIP
<lb/>12 διὰ GE: δι’ αὖ FHP
<lb/>15 σώμασιν] ὄμμασιν E ὁρατός GFE
<lb/>16 οὐ] καὶ οὐ F
<lb/>17 ἤλιον λέγω καὶ Ε
<lb/>18 ἀπόνοιαν Cumont: ἐπίνοιαν codd. E
<lb/>19 εἰς add. Mang. ἔνδειξις E
<lb/>21 post ἀγγἐλους add. γὰρ v 22.
<lb/>23 ἑκάστων] ἐκείνων conicio, ἐκατέρων coni. Mang. 
<lb/>25 θεσμὸς F, θεσμοὶ L2 λιποταξίου G : λειποταξίου FHP, λειποταξία L</note> <note xml:lang="mul" type="footnote">1—20 οὐδέν τῶν ὄντων- διαφορᾶς habet E, II μ 60l, 1— 602,
<lb/>13 M.
<lb/>4 Hom. B 204. 205.</note>  

<pb n="v.2.p.263"/>
τὸ θεῖον στράτευμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="175"><p>βασιλεῖ δὲ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐμπρεπὲς ὁμιλεῖν τε καὶ χρῆσθαι πρὸς τὰς τῶν τοιούτων πραγμάτων ὑπηρεσίας, οἷσπερ
ἁρμόττει μὴ ὑπὸ μόνου πήγνυσθαι θεοῦ. χρεῖος μὲν γὰρ οὐδενός ἐστιν
ὁ τοῦ παντὸς πατήρ, ὡς δεῖσθαι τῆς ἀφ’ ἑτέρων, εἰ ἐθέλοι δημιουργῆσαι,
<lb n="5"/>  <add>συμπράξεως</add>, τὸ δὲ πρέπον ὁρῶν ἑαυτῷ τε καὶ τοῖς γινομένοις
ταῖς ὑπηκόοις δυνάμεσιν ἔστιν ἃ διαπλάττειν ἐφῆκεν, οὐδὲ ταύταις εἰσάπαν
αὐτοκράτορα δοὺς τοῦ τελεσιουργεῖν ἐπιστήμην, ἵνα μή τι πλημμεληθείη
τῶν ἀφικνουμένων εἰς γένεσιν. </p></div></div></body></text></TEI>