διόπερ λόγιον τοῦ ἵλεω θεοῦ μεστὸν ἡμερότητος ἐλπίδας χρηστὰς ὑπογράφον τοῖς παιδείας ἐρασταῖς ἀνῄρηται τοιόνδε· „οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω“ (Jos. 1, 5)· τῶν γὰρ τῆς ψυχῆς δεσμῶν χαλασθέντων, οἷς διεκρατεῖτο, ἡ μεγίστη παρέπεται συμφορά, καταλειφθῆναι ὑπὸ θεοῦ, ὃς τοῖς ὅλοις δεσμοὺς τὰς ἑαυτοῦ δυνάμεις περιῆψεν ἀρρήκτους, αἷς τὰ πάντα σφίγξας ἄλυτα εἶναι βεβούληται. λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι „πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν“ (Num. 19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’ οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου, ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ. σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου τοῦ θεοῦ· „δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν“ (Gen. 11,7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς αὐτοῦ, τὸ δ’ αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς ἀναγέγραπται· „εἶπε“ γάρ φησι „κύριος ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“ (Gen. 1,26) τοῦ „ποιήσωμεν“ πλῆθος ἐμφαίνοντος· καὶ πάλιν „εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἡμῶν, τῷ γινώσκειν καλὸν καὶ πονηρόν“ (Gen. 3, 22)· τὸ γὰρ „ὡς εἷς ἡμῶν“ οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πλειόνων τίθεται. λεκτέον οὖν 1 ἡ seclusi 2 εἷς HPL1: εἰ GFL2. 2.3 εἰς ὅσην ἄγει κακοδαιμονίας ὑπερβολὴν conicio 3 ἐκκεχειρία Η 4 ἀφεθῆναί με Oxon. Coll. Novi 143 5 ἀτίθασσον v ὁ ἐπανατάσεως Turn.: ἐπαναστάσεως codd. 8 ἀνείρηται CF 12 βούληται L, βούλεται v 14 ἡ om. Η μηδέποτε D 15 ἐπίθηται HP τῶν φαύλων D : om. codd. 18 περιέργως F τίνα] τί G 19 ἐκεῖ om. Turn. 21 τοῦ ἀνθρώπου F 24 Ἀδάμ om. 25 τῷ] τὸ H, τοῦ Turn. fort. recte 26 ἐφ’] ἀφ’ P 14 — 17 DC fol. 215r Φίλωνος ἐκ τοῦ περὶ τοῦ νήψας ὁ νοῦς εὔχεται: μήποτε ἰδὡμ —διατελεῖ. ἐκεῖνο πρῶτον, ὅτι οὐδὲν τῶν ὄντων ἰσότιμον ὑφέστηκε θεῷ, ἀλλ’ ἔστιν εἷς ἄρχων καὶ ἡγεμὼν καὶ βασιλεύς, ᾧ πρυτανεύειν καὶ διοικεῖν μόνῳ θέμις τὰ σύμπαντα. τὸ γὰρ οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεὺς οὐκ ἐπὶ πόλεων καὶ ἀνθρώπων λέγοιτ’ ἂν ἐν δίκῃ μᾶλλον ἢ ἐπὶ κόσμου καὶ θεοῦ· ἑνὸς γὰρ ἕνα ποιητήν τε καὶ πατέρα πάλιν καὶ δεσπότην