<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="166"><p>διόπερ λόγιον τοῦ ἵλεω θεοῦ μεστὸν ἡμερότητος ἐλπίδας χρηστὰς ὑπογράφον  τοῖς παιδείας ἐρασταῖς ἀνῄρηται τοιόνδε· „οὐ μή σε ἀνῶ, οὐδ’
οὐ μή σε ἐγκαταλίπω“ (Jos. 1, 5)· τῶν γὰρ τῆς ψυχῆς δεσμῶν χαλασθέντων,
<lb n="10"/>  οἷς διεκρατεῖτο, ἡ μεγίστη παρέπεται συμφορά, καταλειφθῆναι
ὑπὸ θεοῦ, ὃς τοῖς ὅλοις δεσμοὺς τὰς ἑαυτοῦ δυνάμεις περιῆψεν ἀρρήκτους,
αἷς τὰ πάντα σφίγξας ἄλυτα εἶναι βεβούληται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="167"><p>λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι „πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν“ (Num.
19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’
<lb n="15"/> οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα
θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου,
ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="168"><p><milestone unit="altref" n="33"/> σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου
τοῦ θεοῦ· „δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν
<lb n="20"/> γλῶτταν“ (Gen. 11,7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς
αὐτοῦ, τὸ δ’  αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς
ἀναγέγραπται· „εἶπε“ γάρ φησι „κύριος ὁ θεός·</p></div></div></body></text></TEI>