ὡσπερεὶ φθάνοντα προαπαντᾶν πρὸς τὰς χρείας ἑκάστας. ψυχῆς ταῦτα φρονήσεως χηρευούσης ἐστὶν ἐπίδειξις μηδὲν τῶν εἰς τὸ ἁμαρτάνειν ἐχούσης ἐμποδών. εὔξαιτο γὰρ ἂν ὁ μὴ σφόδρα ἀνιάτως ἔχων τὰ ἐξ ὑποθέσεως τοῦ νοῦ πάντ’ ἐπιλιπεῖν αὐτῷ, ἵνα μὴ τῷ κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἢ ἱεροσυλεῖν ἤ τινι τῶν ὁμοιοτρόπων ἐπιτιτιθέμενος εὐοδῇ, μυρία δ’ εὑρίσκῃ τὰ κωλυσιεργήσοντα. κωλυθεὶς μὲν γὰρ τὴν μεγίστην νόσον, ἀδικίαν, ἀποβάλλει, σὺν ἀδείᾳ δ’ ἐπεξελθὼν ταύτην ἀναδέξεται. τί οὖν ἔτι τὰς τῶν τυράννων τύχας ὡς μακαρίων ζηλοῦτε καὶ θαυμάζετε, δι’ ἃς εὐπετῶς ἕκαστα ἐπεξίασιν, ὧν ἂν ὁ ἐκλελυττηκὼς κἀκτεθηριωμένος τέκῃ νοῦς, καὶ ἐν ἑαυτοῖς δέον 1 καίτοι] καί τις F ἐπετίθετο coni. Mang. 3 ἀμνηστείαν F καὶ om. Turn. τὸν nm. G 5 τῆς εἰσαεὶ G 8 ἐλθόντες H 9 ἐξιόντες P1 ἑαυτῶν HP 12 λόγους Maug. : λόγων codd. 13 ὁρίζειν GF 14 ὀφἐλειαν G 15 ἄν HP: ἐὰν GF ἐπείθωνται HP ἀπεριγράπτου HP l6 οἷς] ὅσα G ἐπιθῆται scripsi: ἐπιτη codd. 17 μὴ addidi 18 προαπαντᾶν H: προσαπαντᾶν GPL, προσαπαντῶν F ἑκάστης HP 21 αὑτῷ v τῴ] τὸ G 22. 23 ἐπιθέμενος v 23 εὐώδῆ F κωλυθεὶς scripsi: κώλυσις codd. 24 ὑποβάλλει H (P evanidus), ἀποβαλεῖ conicio 25 ὡς μακαρίων scripsi: ὦ μακάριοι codd. 26 δι’ ὧν coni. Mang. 27 καὶ ἐν ἑαυτοῖς] τοὐναντίον conicio. κατ’ ἐναντίον coui. Cohn αὐτοῖς L ἐπιστένειν, εἴ γε ἀπορία καὶ [ἡ] ἀσθένεια κακοῖς λυσιτελές, ὡς περιουσία καὶ ἰσχὺς ἀγαθοῖς ὠφελιμώτατον; εἷς δέ τις τῶν ἀφρόνων ᾐσθημένος, εἰς ὅσην κακοδαιμονίας ὑπερβολὴν ἄγει ἡ τοῦ διαμαρτάνειν ἐκεχειρία, μετὰ παρρησίας εἶπε· „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ (Gen. 4, 13). παγχάλεπον γὰρ ἀχαλίνωτον ἐαθῆναι ψυχὴν ἀτίθασον οὖσαν ἐξ ἑαυτῆς, ἣν μόλις ἡνίαις μετ’ ἐπανατάσεως μαστίγων ἔστι κατασχόντα πραῧναι.