καὶ ἂν ἐξ ἐνέδρας μέντοι τις ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· „ἐὰν“ γάρ φησι „τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι„ 1 αἰτίαν λεχθεῖσαν conicio (v. §5) οὐδέν HP 2 δευτέρα scipsi: δεύτερον codd. δὲ P 2. 3 φάος ἐστὶν ἄσβεστον Oxon. Coll. Nov. 143 3. 4 παρὰεἰρμένον om. Η 5 πυρᾶς] σφαίρας coni. Mang. γῆς GF: οὗ HP G αὐτή GF 7 post δὲ add. καὶ G 9 παραβέβληται GHP: παρακέκληται F, παρακέκλιται v 10 δὲ om. F ἀναβαίνει Η 15 ἐπιγινομένην v 16 διαπραξαμένων conicio τῷ Turn. : τὸ codd. 17 ἐκκεχειρηκότες FH 18 γάρ om. Tiirn. μάταιος λαὸς Mang. 19 ὁρῶν τινα L τὸν λόγον L. 22 βλάψοντα HP: βλάψαντα GF πρὸς G ὠφελησόντων scripsi: ὠφελησάντων codd. ἐπολλῖτο HP 23 διὰ Mang.: δίχα codd. 25 ἐπιχειρίσας F 26 γραφεὺς G 27 ἐπιθεῖται H 28 ἀπὸ Mang.: ἐπὶ codd. (Exod. 21,14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον. ἀνίερος δὲ οὐ ταύτῃ μόνον, ὅτι κατὰ ψυχῆς τῆς αἰεὶ ζῆν δυναμένης ἀρετῶν κτήσει τε καὶ χρήσει τὸν διὰ προσβολῆς κακίας φόνον ἐβούλευσεν, ἀλλὰ καὶ ὅτι θεὸν τῆς ἀνοσιουργοῦ τόλμης αἰτιᾶται· τὸ γὰρ „καταφύγῃ“ τοιοῦτον ὑποβάλλει νοῦν, διότι πολλοὶ τὰ καθ’ ἑαυτῶν ἀποδιδράσκειν ἐθέλοντες ἐγκλήματα καὶ ῥύεσθαι τῶν ἐφ’ οἷς ἠδίκησαν ἀξιοῦντες ἑαυτοὺς τιμωριῶν τὸ οἰκεῖον ἄγος τῷ κακοῦ μὲν μηδενὸς ἀγαθῶν δ’ ἁπάντων αἰτίῳ προσβάλλουσι θεῷ. διὸ καὶ ἀπ’ αὐτῶν βωμῶν τοὺς τοιούτους ἀπάγειν ὅσιον εἶναι ἐνομίσθη. δίκην δ’ ὑπερβάλλουσαν κατὰ τῶν ἐπ’ ἀθεότητι λόγους οἰκοδομουμένων καὶ συγκροτούντων ὁρίζει, ἣν ἴσως τινὲς τῶν ἀφρόνων οὐ βλάβην, ἀλλ’ ὠφέλειαν ὑποτοπήσουσιν· „οὐ γὰρ ἐκλείψει“ φησίν „ἀπ’ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6). ὢ τῆς ἀπεριγράφου καὶ ἀμέτρου κακοδαιμονίας, πάνθ’ οἷς ἂν ὁ φρενοβλαβέστατος ἐπιθῆται νοῦς, ὑποχείρια εἶναι καὶ ὑπήκοα, καὶ μηδέν, μὴ μέγα μὴ μικρόν, ὑστερίζειν τὸ παράπαν, ἀλλ’