ὅταν τὴν ἀνάρμοστον καὶ ἐκμελῆ καὶ ἄμουσον ἴσχῃ συμφωνίαν. τὰ μὲν δὴ τυχηρὰ τίς οὐκ οἶδεν, ὅταν πενία καὶ ἀδοξία σώματος νόσοις ἢ πηρώσεσι συνενεχθῶσι. καὶ πάλιν ταῦτα ψυχῆς ἀρρωστήμασιν ἔκφρονος ὑπὸ 1 οἱ G: om. FIIP νεύσεσι G 3 θέλωσιν liP 3 ὥσπερ F ὁ πλημλεῖν GP εὐπορία II P 7 προιδόμενοι scripsi: ποͅοειδόμενοι codd. προκατελείφθησὰν P [) ταῖς διαλέκτοις UP 10 (τὴν) τῶν conicio . 12. 13 εὐδοκίμους F 13 φίλος HP 15 πεπορεῖσθαι F, πεπόρισται (τ̓ IG κακὸν GF 17 συντεθέντας FII 19 ταμιευόμενοι addidi 20 ἀληθείας liP 22 γίνωνται L: γίνονται H,γένοιντο GFP 24 τε καὶ πόλεις L 2G σκεπτώμεθα ν 27 μάλιστ’ U 28 ἕαῃ scripsi: σχοίη codd. 2!l πενίᾳ καὶ ἀδοξία παρώσεσι II, πηρώσε (sic) F 30 συναχθῶσι G, συνεχθῶσι F μελαγχολίας ἢ μακροῦ γήρως ἤ τινος βαρείας ἄλλης κακοδαιμονίας γεγενημένης ἀνακραθῶσι; καὶ γὰρ ἓν μόνον τῶν εἰρημένων βιαίως ἀντιστατῆσαν ἱκανὸν ἀνατρέψαι καὶ καταβαλεῖν καὶ τὸν λίαν ὑπέρογκόν ἐστιν· ὅταν δὲ ἀθρόα ὥσπερ προστάξει μιᾷ κατὰ τὸν αὐτὸν χρόνον ἑνὶ πάντα σωρηδὸν ἐπιθῆται τὰ σώματος, τὰ ψυχῆς, τὰ ἐκτός, τίνα οὐχ ὑπερβάλλει σχετλιότητα; πεσόντων γὰρ δορυφόρων ἀνάγκη καὶ τὸ δορυφορούμενον πίπτειν. δορυφόροι μὲν οὖν σώματος πλοῦτος, εὐδοξία, τιμαί, ὀρθοῦντες αὐτὸ καὶ εἰς ὕψος αἴροντες καὶ γαῦρον ἀποδεικνύντες, ὡς τἀναντία, ἀτιμία, ἀδοξία, πενία, πολεμίων τρόπον καταράττουσι. πάλιν τε δορυφόροι ψυχῆς ἀκοαὶ καὶ ὄψεις ὄσφρησίς τε καὶ γεῦσις καὶ ξύμπαν τὸ αἰσθήσεως στῖφος, ἔτι μέντοι ὑγίεια καὶ ἰσχὺς δύναμίς τε καὶ ῥώμη· τούτοις γὰρ ὥσπερ ἑστῶσι καὶ κραταιῶς ἐρηρεισμένοις εὐερκέσιν οἴκοις ὁ νοῦς ἐμπεριπατῶν καὶ ἐν διαιτώμενος ἀγάλλεται πρὸς μηδενὸς ταῖς ἰδίαις ὁρμαῖς χρῆσθαι κωλυόμενος, ἀλλ’ εὐμαρεῖς καὶ λεωφόρους ἀναπεπταμένας ἔχων τὰς διὰ πάντων ὁδούς. τὰ δὲ τοῖς δορυφόροις τούτοις ἐχθρὰ ἀντικάθηται, πήρωσις αἰσθητηρίων καὶ νόσος, ὡς ἔφην, οἷς ἡ διάνοια συγκατακρημνισθῆναι πολλάκις ἐμέλλησε. καὶ τὰ μὲν τυχηρὰ ταῦτα ἀργαλέα σφόδρα καὶ σχέτλια ἐξ ἑαυτῶν, πρὸς δὲ τὴν τῶν ἐκ προνοίας σύγκρισιν κουφότερα πολλῷ.