<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="157"><p>μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου <lb n="5"/> πυρᾶς ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστὼς ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων
αὐτήν τε καὶ τὸν ἀπ’  αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου
σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα τῇ μὲν ἀλεαίνει, τῇ δὲ καταφλέγει·
τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια
παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’  ἐγγὺς ἢ ἐπ’  εὐθείας ὄντα καὶ
<lb n="10"/> προσανακαίει βίᾳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="158"><p>εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς
τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’  ἔοικεν αἰνίττεσθαι διὰ
τῶν αὖθις λεγομένων· „ἐπαύσαντο“ γάρ φησιν „οἰκοδομοῦντες τὴν
 πόλιν καὶ τὸν πύργον“ (Gen. 11,8), οὐ δήπου τελειώσαντες, <milestone unit="altpage1" n="p. 429M."/> ἀλλὰ
<lb n="15"/> τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι
τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ
ἐγκεχειρηκότες. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="159"><p><milestone unit="altref" n="31"/> τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα — καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ
— φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους
<lb n="20"/>  ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ
μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν
ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια
ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ
ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ.</p></div></div></body></text></TEI>