<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="154"><p>διὸ καὶ λέγεται τοῦτο·
„ἤρξαντο ποιῆσαι“· κορεσθέντες <add>γὰρ</add> οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν
πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν <lb n="15"/>
ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν
ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ
αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ
ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’  ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις
 συμφορὰς ἀνηκέστους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="155"><p>οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος <lb n="20"/>
ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’  αὐτοὺς οὐχ ὡς διαπραξαμένους
ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν
πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· „κύριος κατέβη ἰδεῖν τὴν
πόλιν καὶ τὸν πύργον", οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’  ὃν „ᾠκοδόμησαν“ ἤδη (Gen. 11,5).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="156"><p><milestone unit="altref" n="30"/> τίς οὖν πίστις τοῦ μὴ τετελεσιουργῆσθαι <lb n="25"/>
τὴν κατασκευήν; ἡ ἐνάργεια πρώτη· γῆς γὰρ ὁτιοῦν μέρος
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ ἐπὶ τῆς πυρετοῦ καταβολῆς τὸ παραπλήαον conicio τὸ alterum om. v 
<lb/>2 αἵ τε scripsi: ἔτι codd. ἀφημεριναὶ F διάτριποι F, διάτρυτοι G ταρταΐζουσαι H
<lb/>4 κατασκήπτουσι scripsi : κατασκευάκασι F, κατεσκευάκασι GHP εἰς αὐτὰ καὶ GF, εἰς αὐτὰ HP, εἰς τὰ αὐτὰ Mang., αὐτὴν αἰεὶ conicio
<lb/>5 ἤρξατο HP 5. ὁ χετλιασμοῦ Η ὁ λέγεται F
<lb/>8 μὲν om. G 
<lb/>10 ἀθετήσωσιν L ἀνόυσιν HP
<lb/>11 οὕτω HP
<lb/>12 πλημλεῖν GP εὑρίσκοντι om. G
<lb/>14 γὰρ addidi
<lb/>15 πρὸς τὰ om. v ἀέρι F: ἀέρος GHP l6 τὰς] τῆς G ἅς τι τῶν Mang. ἅς [ἐστι] τῶν κακῶν ἕξω τοῦ κακηγορεῖν οὐ θέμις ἐστὶ conicio,
<lb/>3 δ’  ἐστὶ et <add>οὐκ</add> ἔθος coni. Cohn
<lb/>17 κατηγορεῖν ΗP
<lb/>18 οὐ GFL2: ἐν HPL1
<lb/>19 ἀιδίου HP οὔποπ G post ἀλλὰ add. καὶ GF
<lb/>22 αἰτιαστἐον F, post αἰτιατέον lacunam suspicor supplendam ex p. 259,
<lb/>15 —
<lb/>17 οὗ GF: τοῦ HP, τούτου v 25. ὁ τετΛεσιουργεῖσθαι G, τελεσιουργῆσθαι P, τελεσιουργεῖσθαι F
<lb/>26 ἡ] ἢ F ἐνέργεια P</note>  

<pb n="v.2.p.259"/>
ἀμήχανον οὐρανοῦ ψαῦσαι διὰ τὴν ἔμπροσθεν αἰτίαν, ὅτιπερ οὐδὲ κέντρον
περιφερείας ἅπτεται· δευτέρα δ’, ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ
ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν
ἐστὶ κατὰ γλῶτταν, εἰρημένον.</p></div></div></body></text></TEI>