<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="151"><p>καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον
ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι
παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ
περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="152"><p>τὸ δὲ „καὶ τοῦτο ἤρξαντο <milestone unit="altpage1" n="p. 428M."/>  ποιῆσαι“ (Gen. 11,6) μετ’  οὐ μετρίου σχετλιασμοῦ
λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους <lb n="6"/>
μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’  ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν
 ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="153"><p>ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ
τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν
ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, <lb n="l0"/>
οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα,
τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται
 μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="154"><p>διὸ καὶ λέγεται τοῦτο·
„ἤρξαντο ποιῆσαι“· κορεσθέντες <add>γὰρ</add> οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν
πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν <lb n="15"/>
ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν
ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ
αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ
ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’  ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις
 συμφορὰς ἀνηκέστους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="155"><p>οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος <lb n="20"/>
ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’  αὐτοὺς οὐχ ὡς διαπραξαμένους
ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν
πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· „κύριος κατέβη ἰδεῖν τὴν
πόλιν καὶ τὸν πύργον", οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’  ὃν „ᾠκοδόμησαν“ ἤδη (Gen. 11,5).
</p></div></div></body></text></TEI>