<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="151"><p>καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον
ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι
παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ
περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="152"><p>τὸ δὲ „καὶ τοῦτο ἤρξαντο <milestone unit="altpage1" n="p. 428M."/>  ποιῆσαι“ (Gen. 11,6) μετ’  οὐ μετρίου σχετλιασμοῦ
λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους <lb n="6"/>
μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’  ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν
 ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="153"><p>ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ
τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν
ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, <lb n="l0"/>
οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα,
τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται
 μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε.</p></div></div></body></text></TEI>