<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="136"><p>ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται
τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ
συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς
τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων <lb n="25"/>
θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ
γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε
<note xml:lang="mul" type="footnote"><lb/>1 μισοπονήρων F ἠκονημένων F καθαιρήσῃ Η, καθαιρής P
<lb/>3 ἀποστρέψη GF
<lb/>3 τὸ om. F
<lb/>4 πᾶν scripsi: πάλιν codd.
<lb/>5 φησι G πόλεως H εἰρήνης G ὁ εὐσταθίᾳ Η
<lb/>7 ἐδημιούργησαν F πολλὴ GF, πολλοὶ δὲ conicio
<lb/>9 δὲ HP: τε GF
<lb/>12 εἰ μέν HP
<lb/>15 προσιέναι scripsi: προσεῖναι HP, προεῖναι GF ἀπιέναι scripsi: ἀπεῖναι codd.
<lb/>16 κατεῖναι GF ἀνέρχεσθαι Mang.: ἔρχεσθαι codd.
<lb/>19 παρὰ] περὶ F
<lb/>21 tw ὄντι P 21.
<lb/>22 ἀπολιπεῖν P
<lb/>24 ὅτι χώραν G 24.
<lb/>25 τοῖς σώμασιν αὐτὸς F 
<lb/>25 συγγεγέννηκε F ex corr.: συγγεγένηκε GHP
<lb/>26 αὐτοῦ codd.
<lb/>28 ἀρρήκτοις coni. Mang.</note>  

<pb n="v.2.p.255"/>
δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ * * *.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="137"><p>τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ * * * κατὰ
τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’  ἣν ἔθηκε καὶ διετάξατο τὰ
πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ
<lb n="5"/> τῶν τοῦ παντὸς μερῶν διελήλυθε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="138"><p>τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν
ἐστιν * * * „ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ“ (Exod. 17, 6), δείκνυσθαι
καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας
ὑπερβαλὼν τὰ γεγονότα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="139"><p>τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων <lb n="10"/> οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά,
τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων
ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="140"><p>λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ
καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας,
<lb n="15"/> ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ,
μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας
εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ
πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι.</p></div></div></body></text></TEI>