πάγκαλον καὶ πρεπωδέστατον αὔχημα 2 γινομένων G: γενομένων FHP αἰτίας om. P 3 πρεσβύτερον HP αἰτιῶν G εὐσεβεῖ F, έπεβ, tum spat. 2 litt. G 4 βουλεύεται F: βούλεται G(?)HP ὁ ψευδῶς L τὰ om. P πάντα] τὰ νοητά conicio 8 ἠλέχθη FP, ἐλέγχη L παρανοῶν GP: παρανοιῶν FH αἱ om. G 9 παρ’ ἀλόγοις Mang. : παραλόγοις Η, παρὰ λόγοις P, παρ’ ὀλίγοις GF 11 δεκάζεσθαι scripsi: δεκάσασθαι G, δικάσασθαι FHP 13 τῷ] τῶν H ἔπομβροί G 14. 15 ἀλλὰ καὶ ἡμεῖς τοῦ δι’ (ὦ ὧν G) γεγόναμεν GF 15 πᾶσαι] πάντα conicio τὸν] τοῦτον coni. Mang., τὸν οὑν conicio 19 κριτῶν conicio 20 λέγουσιν F 20. 21 κατασκευασμένον ὠχύρωμα G 21 τῆς om. GF 25 φονῶν Mang.: φρονῶν codd. ἀεὶ G 28 κατακόψω G, κατασκάψαι L πᾶν καλὸν GF μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται. τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια. πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι. Τὸ δέ, „κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον ἀν έρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια. ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον;