τούτων δὲ τί ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι; καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι. τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον; ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· „ὤμοσε“ γάρ φησι „Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω“ (Iud. 8,9).