<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="121"><p>καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν
ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος
φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν
πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς. <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="122"><p><milestone unit="altref" n="25"/> ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς,
μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ
ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ]
κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ
θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ; <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="123"><p>ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν
μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ
τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα
 τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="124"><p>διὰ <lb n="25"/>
τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ
αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς
<note xml:lang="mul" type="footnote"><lb/>1 τοι] ποι P 1.
<lb/>2 προσορωμένους G
<lb/>3 εἶπ’ ἂν G
<lb/>5 οὐκ om. P ὁ όκνοῦὀκνοῦσίν F
<lb/>7 γνωριμώτατοι F, γνωριμώτατα G τιμωρίαι scripsi: τέχναι codd., δίκαι Maiig. ἁ δηλεῖσθαι G, ἀδηλεῖσθαι L
<lb/>9 τοῦ μελλήσειν G, τοῦ μελήσειν F ἀδικοῦντας Mang. μηδέ scripsi (vel antea μήτε λήσειν leg.): μήτε codd. 9.
<lb/>10 ὑπἐ. χεῖν εἰσάπαν ἰσχύσειν conicio
<lb/>10 εἰς ἅπαν GFH ὅτε F
<lb/>11 ἔνδοθεν om. F 12.
<lb/>13 σύνεσιν HP
<lb/>13 ἐπισπᾶσθαι HP τοῦ τὰ] τούτου G κατὰ H 
<lb/>15 ἐχθραίνουσαν GFP: ἐχθραίρουσαν, ἐχθαίρουσαν v
<lb/>16 οὗτοι om. HP 
<lb/>17 μηδέποτε HP: μήποτε GF
<lb/>18 καὶ om. Oxon. Coil. Nov. 143, seclusi
<lb/>19 γεννητὰ codd.
<lb/>22 εἰσηγεῖται FP διανοήσεις αὐτῶ L
<lb/>23 τὸ ἀκούειν et τὸ ὀσφραίνεσθαι conicio
<lb/>25 ὂν (ὄντα coni. Mang.) vid. del.
<lb/>26 ἀπαρχὰς Mang. : ἀρχὰς codd.
<lb/>27 αὐτὸ F: ὐτῶ GΗP</note>  

<pb n="v.2.p.253"/>
ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς
ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ
τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="125"><p>τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα
<lb n="5"/> δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως
 καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα.</p></div></div></body></text></TEI>