λέγουσι γάρ· „ποιήσωμεν ἑαυτῶν ὄνομα„ (Gen. 11,4). ὢ περιττῆς καὶ κεχυμένης ἀναισχυντίας. τί φατε; νυκτὶ καὶ βαθεῖ σκότῳ τὰ ἑαυτῶν ἀδικήματα συγκρύπτειν ὀφείλοντες καὶ προκάλυμμα αὐτῶν, εἰ καὶ μὴ τὴν ἀληθῆ, τὴν γοῦν προσποίητον αἰδῶ πεποιῆσθαι ἢ χάριτος ἕνεκα τῆς πρὸς τοὺς ἐπιεικεστέρους ἢ διαδύσεως τῶν ἐφ’ ὁμολογουμένοις ἁμαρτήμασι τιμωριῶν, τοσοῦτον τῆς τόλμης ἐπιβαίνετε, ὥστε οὐ μόνον πρὸς φῶς καὶ λαμπρότατον ἥλιον ἐναυγάζεσθε μήτε τὰς ἀνθρώπων τῶν ἀμεινόνων ἀπειλὰς μήτε τὰς ἀπαραιτήτους ἐκ θεοῦ δίκας τοῖς οὕτως ἀνοσιουργοῖς ἀπαντωμένας καταδείσαντες, ἀλλὰ καὶ πανταχόσε φήμας ἀγγέλους τῶν οἰκείων ἀδικημάτων περιπέμπειν ἀξιοῦτε, ὡς μηδεὶς ἀμύητος μηδ’ ἀνήκοος γένοιτο τῶν ὑμετέρων, ὦ σχέτλιοι καὶ παμμίαροι, τολμημάτων. ὀνόματος οὖν ποίου γλίχεσθε; ἢ τοῦ τοῖς πραττομένοις οἰκειοτάτου; ἆρ’ οὖν ἕν ἐστι μόνον; γένει μὲν ἴσως ἕν, μυρία δὲ τοῖς εἴδεσιν, ἅ, κἂν ἡσυχάζητε, ἑτέρων λεγόντων ἀκούσεσθε· προπέτεια τοίνυν ἐστὶ μετὰ ἀναισχυντίας, ὕβρις μετὰ βίας, βία μετὰ ἀνδροφονίας, σὺν μοιχείαις φθοραί, σὺν ἀμέτροις ἡδοναῖς ἀόριστος ἐπιθυμία, μετὰ θράσους ἀπόνοια, μετὰ πανουργίας ἀδικία, κλοπαὶ μετὰ ἁρπαγῆς, σὺν ψευδολογίαις ψευδορκίαι, μετὰ παρανομιῶν ἀσέβειαι. ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται 1. 2 ο0τε ὁ λλοῦς F 3 αἰ G, καὶ ἀεὶ coni. Mang. 4. 5 κατασκευάσουσι F 6 ἀπολείπεσθαι HPL’ 8 prius καὶ om. G^F 9 συγκρίπτει F αὐτῶν GF: ἑαυτῶν HP 10 προσποιητὸν v 12. 13 οὐ μόνον Mang. : μονονοὺ codd. 13 φανότατον HPL’ ἐναυγάζεσθε Turn.: ἐναυγάζεσθαι codd. 15 ἀπηρτημένας P’, ἐπανατεταμένας coni. Mang. 16 πέμπειν HP ι 18 ἡ v 19 ἴσως om.H 22 φθοραῖς GF ἀόριστος] ἀκόρεστος Mang. ex Oxon. Coll. Novi 143 25 γ’] γε G, δ’ V 26 ἀπὸ τούτων scripsi: ἀπ’ αὐτῶν codd. 28 τοιούτους Mang. : τοιούτου codd. 28. 29 καρπωσάμενοι scripsi: καρπωσαμένοις GF, καρπωσαμένους HP 29 ἡ om. Η καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· „πρὶν διασπαρῆναι„ (Gen. 11,4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης. οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε. πάντες γὰρ οἱ φαυλότατοι λαμβάνουσιν ἐννοίας περὶ τοῦ μὴ λήσειν τὸ θεῖον ἀδικοῦντες μηδὲ τὸ δίκην ὑφέξειν εἰσάπαν ἰσχῦσαι διακρούσασθαι· ἐπεὶ πόθεν ἴσασιν, ὅτι σκεδασθήσονται;