<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="111"><p>τούτους οὖν καλέσας τοὺς συμμάχους ὁ νοῦς φησιν·
„οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν„ (Gen. 11,4), ἴσον τῷ ὀχυρωσώμεθα
τὰ οἰκεῖα καὶ φραξώμεθα δυνατῶς, ὡς μὴ πρὸς τῶν κατατρεχόντων
εὐμαρῶς ἁλισκοίμεθα· διέλωμεν καὶ διανείμωμεν ὥσπερ κατὰ φυλὰς
καὶ δήμους ἑκάστας τῶν ἐν ψυχῇ δυνάμεων προσκληρώσαντες τὰς μὲν <lb n="15"/>
 λογικῇ, τὰς δὲ ἀλόγῳ μερίδι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="112"><p>ἄρχοντας ἑλώμεθα τοὺς ἱκανοὺς πλοῦτον,
δόξαν, τιμάς, ἡδονὰς ἀφ’ ὧν ἂν δύνωνται περιποιεῖν ἁπάντων· τὴν
πενίας καὶ ἀδοξίας αἰτίαν δικαιοσύνην τιθεμένους ἐκποδὼν γράφωμεν
νόμους, οἳ τὸ τοῦ κρείττονος συμφέρον βεβαιώσουσι τοῖς πλέον ἑτέρων
 αἰεὶ φέρεσθαι δυναμένοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="113"><p>„πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω <lb n="20"/>
τῇ | τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς <note xml:lang="lat" type="marginal">p. 422 M.</note>
βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="114"><p>τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων
ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ
ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, <lb n="25"/>
ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν,
ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε
<note xml:lang="mul" type="footnote"><lb/>1 νομίμασιν Β ὀχλοκρατία Tiirn. : όχλοκρασία HP, όχλοκρασίαν GF ἡ om. GF
<lb/>3 πολίτευμα F
<lb/>4 διέζωσται] δεξιοῦται conicio πρὸς GF 
<lb/>6 αὐτῶ codd.
<lb/>9 ἀτίθασσον F
<lb/>10 προσλαβὸν HP: προσβαλὸν G, προσβαλὼν F
<lb/>11 τούτους συγκαλέσας coui. Mang., τούτους οὑν <add>συγ</add>καλἐσς conicio 
<lb/>12 τὼ] τὸ G
<lb/>13 καὶ φραξώμεθα codd.: καταφραξώμεθα v
<lb/>14 ἁλισκώμh conicio
<lb/>16 κανοὺς Η
<lb/>17 μὴ post ἁπάντων add. HP
<lb/>18 ἐκποδὼν F: ἐμποδὼν GHP
<lb/>20 ἀεὶ G ὡσὰν FH μετσκευασθῶ G 22.
<lb/>23 μεγαλοψυχίας HP
<lb/>23 ἐπιβάσει II ἀνθρωπίνων v
<lb/>25 λόγους om. GF οὐκέτι F
<lb/>26 περινοεῖ IIPL’
<lb/>27 dτυχη GF: τύχοι HP φέρηται GHP 27.
<lb/>28 πλημελῶς G, πλημελῶν P
<lb/>28 οὐκ ἀνυπςιτίως coni. Mang.</note>  

<pb n="v.2.p.251"/>
γίνεσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="115"><p>φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς
μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ
τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι
<lb n="5"/>  μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον;
</p></div></div></body></text></TEI>