<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="106"><p>ὁ μὲν γὰρ ἀστεῖος ἀπὸ γενέσεως ἀρχῆς φυτευθεὶς καὶ προσαγορευθεὶς τρόπος, ὄνομα Μωυσῆς, ὁ τὸν κόσμον ὡς ἄστυ καὶ
πατρίδα οἰκήσας ἅτε κοσμοπολίτης γενόμενος, ἐνδεθείς ποτε τῷ ἐπαληλιμμένῳ ὡς ἂν „ἀσφαλτοπίσσῃ" (Exod. 2,3) σώματι καὶ δοκοῦντι τὰς
 πάντων <add>τῶν</add>  <milestone unit="altpage2" n="p. 421 M."/> ὑποκειμένων ἐν αἰσθήσει φαντασίας ἀσφαλῶς δέχεσθαί
<lb n="15"/> τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2,6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου
φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον
τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι
παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων
ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος
<lb n="20"/> ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="107"><p><milestone unit="altref" n="23"/> Τὸ δὲ „δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ„ (Gen. 11,4) τοιοῦτον ὑποβάλλει
νοῦν· πόλεις ὁ νομοθέτης οὐχὶ ταύτας μόνον οἴεται εἶναι τὰς ἐπὶ γῆς
δημιουργηθείσας, ὧν εἰσιν ὗλαι λίθοι καὶ ξύλα, ἀλλὰ καὶ ἃς ἄνθρωποι
<lb n="25"/> περιφέρουσι ταῖς ψυχαῖς ἑαυτῶν ἐνιδρυμένας. εἰσὶ δ’ αὗται μέν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="108"><p>ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος,
τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον
ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη — θεοῦ
<lb n="30"/> δὲ ὕμνος ἡ τοιάδε —, χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἰς oiu. L
<lb/>2 ἐξενίκησεν H: ἐξεκίνησεν GFP
<lb/>4 διακοπεῖναι F ὁ δεόντως coni. Mang.
<lb/>7 καταχρήσει Η
<lb/>8 δὲ om. GFL- 12.
<lb/>13 ἐπαληλιμμένῳ G: ἐπλληλειμμἐνω FPL-, ἐπαλληλειμμἐνω HL’
<lb/>13 ἂν scripsi: ἐν codd. ἀσφλτοπίσσῃ Mang.: ἀσφάλτω πίσσῃ codd.
<lb/>14 τῶν actdidi ἐνδέχεσθαί v 15.
<lb/>16 bis κατααλαίη P
<lb/>16 πένητα G
<lb/>17 τι HP: τοῖς G, τὸ F
<lb/>19 παγίου conicio 
<lb/>21 καὶ fort. del. 23.
<lb/>24 οἴεται—λίθοι om..HP
<lb/>24 ἃς] ὡς G
<lb/>25 ἐνιδρυμἐἐνιδρυμέναις G
<lb/>27 ἄν om. L 29.
<lb/>30 θεοῦ δὲ ὃμνος] εὐνομωτάτη δ’ vel θεοῦ δὲ ὀπαδὸς (cf. ἑ 118) conicio, εὐδόκιμος Coni. Cohn
<lb/>30 ἤτοι ᾄδεται G, ἡ τοιαιδέτε (sic) F</note>  

<pb n="v.2.p.250"/>
παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ
 ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="109"><p>ἐγγράφονται δ’ οἱ
μὲν ἀστεῖοι τῷ τῆς προτέρας πολιτεύματι, τῶν δὲ φαύλων ἡ πληθὺς
τὴν ἑτέραν καὶ χείρω διέζωσται, πρὸ εὐκοσμίας ἀκοσμίαν καὶ σύγχυσιν
 πρὸ εὐσταθοῦς καταστάσεως ἀγαπῶσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="110"><p>συνεργοῖς δὲ ὁ ἄφρων ἀξιοῖ <lb n="5"/>
πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει
μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ
φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν  <lb n="10"/>
 ἀνύποιστον γένηται.</p></div></div></body></text></TEI>