<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="101"><p> διάνοιαν ὀφθαλμῷ. <milestone unit="altref" n="22"/> πυροῦντες δὲ τὰς πλίνθους εἰσάγονται συμβολικῶς, τὰ πάθη καὶ τὰς κακίας θερμῷ καὶ κινητικωτάτῳ λόγῳ κραταιούμενοι, ὡς μὴ πρὸς τῶν σοφίας δορυφόρων ποτὲ καθαιρεθεῖεν, οἷς τὰ <lb n="15"/>
 πρὸς ἀνατροπὴν αὐτῶν αἰεὶ μηχανήματα συγκροτεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="102"><p>διὸ καὶ ἐπιλέγεται „ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον„ (Gen. 11,3) — τὸ γὰρ
μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν
φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων  <lb n="20"/>
καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα
μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας —, "καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός„ (ibid.), οὐκ ἔμπαλιν
 ὁ πηλὸς ἄσφαλτος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="103"><p>δοκοῦσι μὲν γὰρ οἱ φαῦλοι τὰ ἀσθενῆ κραταιοῦσθαι
κατὰ τῶν ἀμεινόνων καὶ τὰ διαλυόμενα καὶ ῥέοντα ἐξ αὐτῶν πήττειν, <lb n="25"/>
ἵν’ ἐπ’ ἐχυροῦ βάλωσι καὶ τοξεύσωσιν ἀρετήν· ὁ δ’ ἵλεως καὶ πατὴρ
τῶν καλῶν οὐκ ἐφήσει τὸ δεδεμένον ἐκνικᾶν εἰς ἀδιάλυτον ἀσφάλειαν,
ῥεούσης σπουδῆς μὴ ὑφεστὼς ἔργον ὡς πλαδῶντα πηλὸν ἀναδείξας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="104"><p>εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 τὸν et εἰσαγόμενον GF: τῶν et εἰσαγομένων HP
<lb/>3 ἀγεννήτου H 
<lb/>4 εἶδος] ἔργον conicio
<lb/>5 τὰς τῆς FP: τῆς G, τἀς H ὁ προβολὰς G^F κέκτηται G
<lb/>9 τὸ addidi ἑαυτοὺς GF
<lb/>10 οὗτος HP
<lb/>12 κατλαμβανομένης Turn.: καταλαμβανόμενος codd.
<lb/>14 κινητικωτάτῳ F: νικητικωτάτω G, κινηκωτάτω H, κινηκοτάτω P
<lb/>16 ἀεὶ GF
<lb/>17 γὰρ om. GF 
<lb/>18 ἀντίτυπον καὶ στερεὰν scripsi: ἀντιτύπου καὶ στερεᾶς codd.
<lb/>19 δυναταῖς H 19.
<lb/>20 ὀχυρωτάταις F
<lb/>25 αὑτῶν conicio
<lb/>26 ἀπ’ ἐχυροῦ conicio βάλλωσι F" ὁ δείλαιος καὶ G
<lb/>27 ἐκνικᾶν scripsi: ἐκείνων codd.
<lb/>28 ἀναδείξας Mang.: ἀναδεῖξαι codd.
<lb/>29 ἐγένετο scripsi: γίνεται codd., ἐγίνετο v</note>  

<pb n="v.2.p.249"/>
συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν
ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν,
οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα
κράτει θεοῦ διακοπῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.1st1K-grc1" subtype="section" n="105"><p>τοιγαροῦν ὁ δίκαιος καὶ ἐν τῷ μεγάλῳ καὶ <lb n="5"/> ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ
μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, „τὴν κιβωτόν„, λέγω δὲ τὸ σῶμα, „ἔνδοθέν
τε καὶ ἔξωθεν ἀσφάλτῳ„ καταχρίσει (Gen. 6,14) βεβαιούμενος τὰς δι’
αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς
ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας
<lb n="10"/> ἀντίληψιν.</p></div></div></body></text></TEI>