p. 404 M. Περὶ μὲν δὴ τούτων ἀρκέσει τὰ εἰρημένα. σκεπτέον δὲ ἑξῆς οὐ παρέργως, ἃ περὶ τῆς τῶν διαλέκτων συγχύσεως φιλοσοφεῖ· λέγει γὰρ ὧδε· „καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν τῇ γῇ Σεναὰρ καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπον· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς“ (Gen. 11, 1—9). οἱ μὲν δυσχεραίνοντες τῇ πατρίῳ πολιτείᾳ, ψόγον καὶ κατηγορίαν αἰεὶ τῶν νόμων μελετῶντες, τούτοις καὶ τοῖς παραπλησίοις ὡς ἂν ἐπιβάθραις τῆς περὶ συγχύσεως διαλέκτων GFH: τοῦ αὐτοῦ περὶ συγχύσεως διαλέκτων P 2 φιλοσοφεῖ GFL2: φιλοσοφοῦσι HPL1 3 πᾶσιν 8 καὶ G 5 Σεναὰρ] σάαρ L 7 ἡ] εἰς F ἡ ἄσφαλτος et πηλὸς (om. ὁ) ex § 103 conicio 8 πόλιν καὶ om. P 9 ἑαυτῶν FHP : ἑαυτῶ G, ἑαυτοῖς v 13 ἐκλείψοι P ἐξ GF: ἀπ’ HP ἐπίθωνται P, ἐπείθωνται Η 14 αὐτῶν ἐκεῖ P1 15. 16 προσώπου G 17 αὐτοῦ G: αὐτοῖς F, αὐτῆς HP 20 ἀεὶ G ἀθεότητος αὐτῶν, οἱ δυσσεβεῖς, χρῶνται φάσκοντες· ἔτι νῦν σεμνηγορεῖτε περὶ τῶν διατεταγμένων ὡς τοὺς ἀληθείας κανόνας αὐτῆς περιεχόντων; ἰδοὺ γὰρ αἱ ἱεραὶ λεγόμεναι βίβλοι παρ’ ὑμῖν καὶ μύθους περιέχουσιν, ἐφ’ οἷς εἰώθατε γελᾶν, ὅταν ἄλλων διεξιόντων ἀκούητε. καίτοι τί δεῖ τοὺς πολλαχόθι τῆς νομοθεσίας ἐσπαρμένους ἀναλέγεσθαι ὥσπερ σχολὴν ἄγοντας καὶ ἐνευκαιροῦντας διαβολαῖς, ἀλλ’ οὐ μόνον τῶν ἐν χερσὶ καὶ παρὰ πόδας ὑπομιμνῄσκειν; εἷς μὲν οὖν ἐστιν ὁ ἐοικὼς τῷ συντεθέντι ἐπὶ τῶν Ἀλωειδῶν, οὓς ὁ μέγιστος καὶ δοκιμώτατος τῶν ποιητῶν Ὅμηρος διανοηθῆναί φησι τρία τὰ περιμήκιστα τῶν ὀρῶν ἐπιφορῆσαι καὶ ἐπιχῶσαι ἐλπίσαντας τὴν εἰς οὐρανὸν ὁδὸν τοῖς ἀνέρχεσθαι βουλομένοις εὐμαρῆ διὰ τούτων ἔσεσθαι πρὸς αἰθέριον ὕψος ἀρθέντων· ἔστι δὲ τὰ περὶ τούτων ἔπη τοιαῦτα· Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη, Ὄλυμπος δὲ καὶ Ὄσσα καὶ Πήλιον ὀρῶν ὀνόματα. πύργον δὲ ὁ νομοθέτης ἀντὶ τούτων εἰσάγει πρὸς τῶν τότε ἀνθρώπων κατασκευαζόμενον θελησάντων ὑπ’ ἀνοίας ἅμα καὶ μεγαλαυχίας οὐρανοῦ ψαῦσαι. πῶς γὰρ οὐ φρενοβλάβεια δεινή; καὶ γὰρ εἰ τὰ τῆς συμπάσης μέρη γῆς ἐποικοδομηθείη προκαταβληθέντι βραχεῖ θεμελίῳ καὶ ἀνεγερθείη τρόπον κίονος ἑνός, μυρίοις τῆς αἰθερίου σφαίρας ἀπολειφθήσεται διαστήμασι, καὶ μάλιστα κατὰ τοὺς ζητητικοὺς τῶν φιλοσόφων, οἳ τοῦ παντὸς κέντρον 1 αὑτῶν V 3 λεγόμενοι G ἡμῖν F 5 ἐπαρμένους F ὁ ἀλλὰ (vel ἀλλ ἢ) μόνον coni. Mang. μόνων HP χερσὶ] χρήσει F 8 Ἀλωειδῶν scripsi: ἀλλοειδῶν G1F, Ἀλλευαδῶν G2, Ἀλωαδῶν Η, Ἁλωαδῶν P 13 ὁμλύμπω (sic) H, Ὀλύμπω P ἀτὰρ HP (in P post ἁ ras.) 14 εἰνοσίφυλον H 16 κατασκευαζομένων G 17 μεγαλαυχίας scripsi (idem coni. Cohn): μεγαλουργίας codd. πῶς γὰρ οὐ Mang.: πᾶσα γὰρ οὑν codd. 21 ζητικοὺς G 7 Origenes Contra Celsum IV 21 p. 515: ἐπεὶ δ’ ὀίεται Μωυσέα τὸν ἀναγράψαντα τὰ περὶ τοῦ πύργου καὶ τῆς τῶν διαλέκτων συγχύσεως παραφθείραντα τὰ περὶ τῶν Ἀλωαδῶν ἱστορούμενα τοιαῦτα περὶ τοῦ πύργου ἀναγεγραφέναι, λεκτέον . . . . ., Cyrillus Contra Julianum p. 134 sqq. (Juliani imperaloris librorum contra Chrislianos guae supersunt coll. C. J. Neumann p. 181 sqq.), cf. potissimum: ὁ μέν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος . . . . . εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δέ ὑμεῖς τοῖς ὑφ’ Ομήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ’ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη“. φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο εἶναι πάρα· πλησίως ἐκείνῳ μυθῶδες. ὑμεῖς δὲ ἀποδεχόμενοι τὸ πρότερον ἀνθ’ ὅτου πρὸς θεῶν ἁ· δοκιμάζετε τὸν Ὁμήρου μῦθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι . . . . πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρός τὸν οὐρανὸν ἀφικνούμενον, κὰν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν . . . . . . 13. 14 Hom. λ 315. 316. εἶναι τὴν γῆν ἀνωμολόγησαν. ἕτερος δέ τις συγγενὴς τούτῳ περὶ τῆς τῶν ζῴων ὁμοφωνίας πρὸς μυθοπλαστῶν ἀναγράφεται·