διὰ τοῦτ’ ἐν ψυχὴ μόνῃ τεθησαύρισται, ἧς τοῦ κάλλους οὐδενὶ μέτεστι τῶν ἀφρόνων· τοῦτο ὅ γε προ φητικὸς λόγος τὸν σπουδαῖον ἔγραψεν εὐχεσθαί τινι τῶν ἑαυτοῦ γνωρίμων λέγοντα „πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22), ἵνα ἐπὶ τὴν αὐτοῦ γνώμην ἐπανελθών, τὸ καλὸν ὡς ἀγαθὸν μόνον δεξιωσάμενος, τὰς τῶν ἑπροδόξων παραδράμῃ περὶ τἀγαθοῦ φήμας. ἐν οὖν τοῖς οἴκοις τῆς ψυχῆς τοῦ λέγοντος μόνον εἶναι τὸ καλὸν ἀγαθὸν κατοικησάτω, παροικήσας ἐν τοῖς τῶν ἑτέρων, οἷς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς τετίμηται.