περὶ μὲν τοῦ πλάτους ταύτα. τίνα δὲ ἐν τοῖς οἴκοις εὔχεται τοῦ Σὴμ κατοικήσαι, σκεπτέον· σαφῶς γὰρ οὐ μεμήνυκεν. ἔνεστι μὲν δὴ φάναι, ὅτι τὸν ἡγεμόν τοῦ παντός. τίς γὰρ οἶκος παρὰ γενέσει δύναιτ’ ἂν ἀξιοπρεπέστερος εὑρεθῆναι θεῷ πλὴν ψυχῆς τελείως κεκαθαρμένης καὶ μόνον τὸ καλὸν ἡγουμένης ἀγαθόν, τὰ δὲ ἅγλα ὅσα νενόμισται ἐν δορυφόρων καὶ ὑπηκόων λόί̀ῳ ταττούσης;