περὶ μὲν τοῦ πλάτους ταύτα. τίνα δὲ ἐν τοῖς οἴκοις εὔχεται τοῦ Σὴμ κατοικήσαι, σκεπτέον· σαφῶς γὰρ οὐ μεμήνυκεν. ἔνεστι μὲν δὴ φάναι, ὅτι τὸν ἡγεμόν τοῦ παντός. τίς γὰρ οἶκος παρὰ γενέσει δύναιτ’ ἂν ἀξιοπρεπέστερος εὑρεθῆναι θεῷ πλὴν ψυχῆς τελείως κεκαθαρμένης καὶ μόνον τὸ καλὸν ἡγουμένης ἀγαθόν, τὰ δὲ ἅγλα ὅσα νενόμισται ἐν δορυφόρων καὶ ὑπηκόων λόί̀ῳ ταττούσης; κτοικεῖν δὲ ἐν οἴκῳ λέγεται ὁ θεὸς οὐχ ὡς ἐν τόπῳ — περιέχει γὰρ τὰ πάντα πρὸς μηδενὸς περιεχόμενος —, ἀλλ ὡς πρόνοιαν καὶ ἐπιμέλειαν ἐκείνου τοῦ χωρίου διαφερόντως ποιούμενος· παντὶ γὰρ τῷ δεσπόζοντι οἰκίας ἡ ταύτης κατὰ τὸ ἀναγκαῖον ἀνῆπιαι φρονιίς. εὐχέσθω δὴ πᾶς θεῷ, ὅτῳ τὸ θεοφὲς ὤμβρησεν ἀγαθόν, οἰκήτορος λαχεῖν τοῦ πανηγεμόνος, ὃς τὸ βραχὺ τοῦτο οἰκοδόμημα, τὸν νοῦν, ἐξαίρων εἰς ὕψος ἀπὸ ἧς τοῖς οὐρανοῦ συνάψει πέρασι. καὶ τὸ ῥητὸν μέντοι συνᾴδειν ἔοικεν· ὁ γὰρ Σὴμ ὡσανεὶ ῥίζα κλλοκἀγαθίας ὑποβέβληται, δένδρον δ’ ἡμροτοκοῦν ἐκ ταύτης ὁ σοφὸς Ἀβραὰμ ἀνέδραμεν, οὗ τὸ αὐτήκοον καὶ αὐτομαθὲς γένος, Ἰσαάκ, ὁ καρπὸς ἦν, ἀφ’ οὗ πάλιν αἱ διὰ πόνων 2 τοῦτο G 3 ἀνά κράτος foit. in lin. 2 post ‘ἐπαινεῖν transpon. 9 τρισσὴν GF ἐφαρμόττοντος G αὐτό Turn.: αὑτῶ H, ἑαυτῶ GF 11 ὅπως] οὕτως G 12 ψυχῆς GF 13 δύναται L1 ὑγείᾳ scripsi: ὑγείαις codd. 16 ἄγεται] ἀναφέρεται conicio 21 νενόμισται] νέμονται F 22 λἐχέται οἵκω H 23 περιεγόμενος Η: om. GF 25 ἠ, F: ἥ, G, ἦ G, ἦ H ἐχέσθω Η 26 ὥβρισεν F 28 οὺρανίος G συνάψη L 29 ὁ μὲν γὰρ G 30 Ἁβραὰμ H ἀρεταὶ κατασπείρονται, ὧν ἀθλητῆής ἐστιν ὁ τὴν πρὸς πάθη πάλην γεγυμνασμένος Ἰακώβ, ἀγγέλοις ἀλείπταις, λόγοις, χρώμενος.