τοῦ ἀγαθὸν ἡγουμένου τὸ καλὸν μόνον ἔσταλται καὶ συνῆκται τὸ τέλος — ἑνὶ γὰρ μυρίων ὄντων τῶν περὶ ἡμᾶς τῷ ἡγεμόνι νῷ συνέζευκται —, τοῦ δὲ τρισὶν ἐφαρμόζοντος αὐτὸ γένεσιν, τῷ περὶ ψυχήν, τῷ περὶ σῶμα, τῷ περὶ τὰ ἐκτός, ἅτ’ εἰς πολλὰ καὶ ἀνόμοια κατακερματιζόμενον εὐρύνεται.