Τοῦ μὲν δὴ νήφοντος κατάστασίς ἐστι τοιαύτη. „νεώτερον„ δ’ ὅταν φῇ „υἱόν“, οὐχ ἡλικίας ὄνομα ἀναγράφει, νεωτεροποιίαν δὲ ἀγαπῶντος ἐμφαίνει τρόπου διάθεσιν. ἐπεὶ πῶς ἂν ἢ τὰ ἀθέατα κατιδεῖν παρὰ νόμον καὶ δίκην ἐβιάσατο ἢ ἐκλαλῆσαι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ἢ εἰς τοὐμφανὲς προενεγκεῖν τὰ δυνάμενα οἴκοι συσκιάζεσθαι καὶ τοὺς ψυχῆς ὅρους μὴ ὑπερβαίνειν, εἰ μὴ νεωτέρων πραγμάτων ἥπτετο γελῶν τὰ ἑτέροις συμπίπτοντα, δέον ἐπιστένειν καὶ μὴ χλευάζειν ἐφ’ οἷς εἰκὸς ἦν καὶ εὐλαβούμενον τὸ μέλλον σκυθρωπάζειν; πολλαχοῦ μέντοι τῆς νομοθεσίας καὶ τοὺς ἡλικίᾳ προήκοντας νέους καὶ τοὺς μηδέπω γεγηρακότας ἔμπαλιν ὀνομάζει πρεσβυτέρους, οὐκ εἰς πολυετίαν ἀφορῶν ἢ βραχὺν καὶ μήκιστον χρόνον, ἀλλ’ εἰς ψυχῆς δυνάμεις κινουμένης εὖ τε καὶ χεῖρον· τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον· „ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον“, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14 — 16)· καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17,25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι 1 εἰ] ἡ G’ 1. 2 ὀξυωπεστάτων γένεσιν GF 4 ἀποβαλλόντων F 5 δοξάσαντες coni. Cobn 7 μέθην G2: μέθη G1FH 7. παραφόρῳ ν 9 έγρἠγορσι Η 10 τὰς θέας II μνήμαις] γνώμαις conicio om. F 13δἐ] ὸὴΠ 15παράνομον G1F ὀφείλοντα scripsi: ὀφειλόμενα codd. 19 ἐλεοῦντα vel αἰδούμενον καὶ conicio τὸ μέλλον] μᾶλλον conicio μέλλειν L 20 προσήκοντας Η 21 πολυετίαν καὶ ὀλιγοετίαν conicio 23 γοῦν] γὰρ Η ἤδη που GF: δέ που Η, δήπου L 26 ἐπέθηκε Η, om. G ῾Αβραὰμ FH 27 ἐλάττης ὄφει ὄντα scripsi: ὀφειλόμενα codd. τροφῆς ἐκείνου τῷ τὴν ἐν παιδιαῖς ἰσότητα φέρεσθαι νόθος γνησίῳ p. 194 M. | φυγαδεύεται σὺν τῇ τεκούσῃ. ἀλλ’ ὅμως παιδίον νεανίας ὢν ἤδη καλεῖται ὁ σοφιστὴς ἀντεξεταζόμενος σοφῷ· σοφίαν μὲν γὰρ Ἰσαάκ, σοφιστείαν δὲ Ἰσμαὴλ κεκλήρωται, ὡς, ἐπειδὰν ἑκάτερον χαρακτηρίζωμεν, ἐν τοῖς ἰδίᾳ λόγοις ἐπιδείκνυμεν. ὃν γὰρ ἔχει λόγον κομιδῇ νήπιον παιδίον πρὸς ἄνδρα τέλειον, τοῦτον καὶ σοφιστὴς πρὸς σοφὸν καὶ τὰ ἐγκύκλια τῶν μαθημάτων πρὸς τὰς ἐν ἀρεταῖς ἐπιστήμας. καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ οὐχὶ σοφός;„ (Deut. 32, 4 — 6).