<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="58"><p>τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι
ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην
ἀμείβεσθαι; τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτοῦ F: αὐτό GH, αὐτῷ Mang. παρ’ ὅσον codd. τὸ GF: καὶ τό H
<lb/>2 τὸ] τόν F
<lb/>3 μεμοῳασμἐνον H εὐχῆς] εὐλογίας coni. Mang.
<lb/>5 ἀέναοι G: ἀἐνναοι FH 
<lb/>6 πλημυροῦσαι G
<lb/>8 ὅρα Η: ὅτι GF τοῦτο om. L
<lb/>9 τούτου GF: τοῦτο Η
<lb/>9 ὅτε scripsi: ὅταν codd.
<lb/>11 ἐπιδαΦιλεύηται L 15.
<lb/>16 bis Ἁβραὰμ FH
<lb/>15 ἀποκαλύψω F
<lb/>16 ἀπὸ om. G
<lb/>17 προσελήλυθε GF, παρελἡλυθε L 
<lb/>18 εἷς ποιητὴς FΗ
<lb/>19 οὐ] ὁ H
<lb/>20 μόνοις H: νόμοις GFL2; γρ. μόνος mg. H, L1
<lb/>21 κολακείαν G ὠθούμνον G1, ὠνούμενον G2
<lb/>24 ἁφειμένος Mang.: ἀφιέμενος codd. δεσποίνης G: δέ ποινῆς F, δὴ ποινῆς H
<lb/>26 τῷ scripsi: τῶν codd. καὶ ἀθρόων om. F
<lb/>27 λόγους H, ut vid.
<lb/>28 ἐοικώς H, εἰκὸς; Turn. ὅ Η: om. GF διὰ τοῦ scripsi: αὐτοῦ GF, αὐτῶ H. ἐν τῷ coni. Mang.</note>  

<pb n="v.2.p.227"/>
κύριος ὁ θεὸς Σήμ“, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ
ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα
ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="59"><p><milestone unit="altref" n="12"/> Τῷ μὲν δὴ Σὴμ εὔχεται ταῦτα· τῷ δ’ Ἰάφεθ ὁποῖα, θεασώμεθα· <lb n="5"/> „πλατύναι“ φησίν „ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς
οἴκοις τοῦ Σήμ, καὶ γενέσθω Χαναὰν δοῦλος αὐτοῖς„ (Gen. 9, 27).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="60"><p>τοῦ ἀγαθὸν ἡγουμένου τὸ καλὸν μόνον ἔσταλται καὶ συνῆκται τὸ τέλος — ἑνὶ γὰρ μυρίων ὄντων τῶν περὶ ἡμᾶς τῷ ἡγεμόνι νῷ συνέζευκται —,
τοῦ δὲ τρισὶν ἐφαρμόζοντος αὐτὸ γένεσιν, τῷ περὶ ψυχήν, τῷ περὶ σῶμα,
<lb n="10"/> τῷ περὶ τὰ ἐκτός, ἅτ’ εἰς πολλὰ καὶ ἀνόμοια κατακερματιζόμενον εὐρύνεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="61"><p>διόπερ οἰκείως εὔχεται τούτῳ προσγενέσθαι πλάτος, ὅπως καὶ ταῖς περὶ ψυχὴν ἀρεταῖς, φρονήσει καὶ σωφροσύνῃ καὶ ἑκάστῃ τῶν
ἄλλων, χρῆσθαι δύναιτο καὶ ταῖς σώματος, ὑγείᾳ κὶ εὐαισθησίᾳ δυνάμει
τε καὶ ῥώμῃ καὶ ταῖς τούτων συrίενέσιν, ἔτι μέντοι καὶ τοῖς ἐκτὸς
<lb n="15"/> πλεονεκτήμασιν, ὅσα εἰς πλοῦτον καὶ δόξαν ἀπόλαυσίν τε καὶ χρῆσιν
 τῶν ἀναγκαίων ἡδονῶν ἄγεται.  </p></div></div></body></text></TEI>