<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="54"><p>καὶ ὅρα· τίνας ὑπερβολὰς τοῦτο οὐχ ὑπερβάλλει; σχεδὸν γὰρ ἰσότιμος ὁ τούτου λαχὼν γίνεται κόσμῳ· ὅτε γὰρ
τὸ ἐπιστατοῦν καὶ κηδόμενον ἀμφοῖν ταὐτόν, καὶ τὰ ἐπιτροπευόμενα κατ’ <lb n="10"/>
 ἀναγκαῖον εὐθύς ἐστιν ἰσότιμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="55"><p>μήποτε δὲ καὶ ἐπιδαψιλεύεται τὰ τῶν
δωρεῶν· τοῦ μὲν γὰρ <milestone unit="altpage1" n="p. 401 M."/>  αἰσθητοῦ κόσμου δεσπότης καὶ εὐεργέτης ἀνείρηται
διὰ τοῦ κύριος καὶ θεός, τοῦ δὲ νοητοῦ ἀγαθοῦ σωτὴρ καὶ εὐεργέτης
αὐτὸ μόνον, οὐχὶ δεσπότης ἢ κύριος· φίλον γὰρ τὸ σοφὸν θεῷ μᾶλλον
 ἢ δοῦλον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="56"><p>παρὸ καὶ σαφῶς ἐπὶ Ἀβραὰμ φάσκει· „μὴ ἐπικαλύψω ἐγὼ <lb n="15"/>
ἀπὸ Ἀβραὰμ τοῦ φίλου μου“ (Gen. 18, 17) ; ὁ δὲ ἔχων τὸν κλῆρον
τοῦτον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς
ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος
υἱός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ
παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις· <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="57"><p>οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον
ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος
ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης, ἣν ὑπέραυχον
οὖσαν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ὁ ἐλευθεροποιὸς καθεῖλε θεός. <lb n="25"/>
</p></div></div></body></text></TEI>