τίνος; καινοτάτης καὶ παρηλλαγμένης, ᾗ θνητὸς οὐδεὶς ὑπηρετῆσαι δυνατός, ἀφ’ ἧς σχεδὸν ὥσπερ ἀπ’ ὠκεανοῦ ῥέουσιν αἱ ἄφθονοι καὶ ἀέναοι πλημμυροῦσαι καὶ ἀναχεόμεναι τῶν καλῶν πηγαί. τὸν γὰρ κύριον καὶ θεὸν τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ πάντων ἰδίᾳ θεὸν κατ’ ἐξαίρετον χάριν τοῦ Σὴμ ἀνακαλεῖ.