<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="46"><p>ὃς Ἑβραίων γλώττῃ Χαναὰν καλεῖται. νομοθετῶν <lb n="15"/>
δὲ οὐδεὶς ἐπιτίμιον ὁρίζει κατὰ ἀδίκων ἠρεμούντων, ἀλλὰ δὴ κινουμένων
καὶ τοῖς κατὰ ἀδικίαν ἔργοις χρωμένων, καθάπερ οὐδὲ τῶν δακετῶν
οὐδὲν ἀνὴρ μέτριος κτείνειν ἂν ἐθελήσαι μὴ μέλλον δάκνειν· λόγῳ γὰρ
 ὑπεξαιρετέον ψυχῆς ὠμότητα φύσει [καὶ] κατὰ πάντων φονῶσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="47"><p>εἰκότως
οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ <lb n="20"/>
εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ
πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν. ἓν γὰρ τὸ ὑποκείμενον
κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον
δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἑκάστης GH: ἐσχάτης F ἀπορίαν conicio
<lb/>2 δὲ H: δὴ GF
<lb/>3 θάλασσαν G ἄχρι scripsi (vel πᾶσαν ἄχρι): ἃς μέχρι GF, τὰς μέχρι H, μέχρι v ἀναπιμπλάντες GF
<lb/>4 μηδέν μικρὸν G
<lb/>6 παρουσία Vat. Regiii. (Turn.): περιουσία codd. ἀνατρέπεται G οὕτω Η
<lb/>7 σβέννυνται H : σβέννυται GF ἀκαιρίας G, ἀκαιρίως F, ἀπορίαις conicio
<lb/>8 εὐκαιρίαις coni. Mang.
<lb/>9 ἕνεκα F 
<lb/>10 <add>ἐνεργούσης</add> ἥδη conicio
<lb/>11 γὰρ om. H δὲ ἐν μὲν 11: μὲν ἐν μέσω G, δὲ ἐν μέσω F
<lb/>12 προσβολὴ coni. Mang.
<lb/>13 ὅλου 
<lb/>14 ἔσται H ἄλλοτε G
<lb/>14 —
<lb/>15 μὲμὃς om. G
<lb/>15 γλώσση G
<lb/>16 ἐπιτιμᾶν GFL- ἠρεμίας Η ἀλλ’ ἤδη conicio κινουμένω H
<lb/>17 ἀδικίας GF
<lb/>18 ἐθελήσαι Cohn (ἐθελήσειε Mang.): ἐθελήσῃ codd. λόγῳ scripsi: λόγου codd.
<lb/>19 ὑπεξαιρετὸνO̓F καὶ seclusi
<lb/>20 τῶν υἱωνῶν F υἱωνιὗ] υἱῶ II 21.
<lb/>22 δι’ ἐκείνου-λὰμ om. F
<lb/>24 ἐκγόνου conicio</note> <note xml:lang="mul" type="footnote">5.
<lb/>6 Vat. Regin.
<lb/>77 fol. 669v Φίλωνος: τοῦ πυρὸς — ἀνακαίεται
<lb/>8 sqq. cf. Origenis Homiliam XX
<lb/>2 in Numeros p. 348.</note>  

<pb n="v.2.p.225"/>
ἰσχόμενον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="48"><p>παρὸ καὶ τοῦ Χὰμ υἱὸς ὁ Χαναὰν φυσικῶς ἀναγράφεται, σάλος  ἠρεμίας, ἵνα καὶ  <milestone unit="altpage2" n="p. 400 M."/> τὸ ἑτέρωθι λεχθὲν ἐπαληθεύῃ τὸ „ἀποδιδοὺς ἀνομίας
πατέρων ἐπὶ υἱούς, ἐπὶ τρίτους καὶ ἐπὶ τετάρτους„ (Exod. 20, 5)· ἐπὶ
γὰρ τὰ ἀποτελέσματα καὶ ὡς ἂν ἔγγονα τῶν λογισμῶν στείχουσιν αἱ
<lb n="5"/> τιμωρίαι, κατ’ αὐτοὺς ἐκείνων, εἰ μηδεμία προσγένοιτο πρᾶξις ἐπίληπτος,
ἀποδιδρασκόντων τὰ ἐγκλήματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="49"><p>διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς
φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει· λέγει
γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ
<lb n="10"/> χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ“(Lev. 13,22.23)·
ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν
— ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας — οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ
κίνησιν καὶ φορὰν ὕποχον δέοντως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="50"><p>τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον· λέγεται γὰρ πρὸς
<lb n="15"/> αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7), τοῦ μὲν ἁμαρτάνειν,
ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’
ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου.
</p></div></div></body></text></TEI>