<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="41"><p>ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι, καθάπερ ὁ τεθησαυρισμένος
ἐν ἀφανέσι γῆς μυχοῖς ἄργυρός τε καὶ χρυσὸς οὐδὲν χρήσιμος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="42"><p><lb n="25"/> πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας
<note xml:lang="mul" type="footnote"><lb/>1 τῷ] τὸ H
<lb/>4 τὶς H οἱ ante ἔπαινοι om. H παρακολουθῶσιν G 
<lb/>6 οἱ δ’ ἄνευ τοῦ τι Turn. : οἱ δ’ ἄνευ τι τοῦ G2HL1 (οἷς δ’ ἄν ἐστι s. s. L-), οἱ δ’ ἄν ἐστι τοῦ G’, οἶς δ’ ἄν ἐᾶι τὸF
<lb/>8 ἐφαρμότπιν G
<lb/>9 prius τε FN: δὲ GH alterum τε om. F
<lb/>12 διακονίαις L-
<lb/>14 περιπολοῦσι H: περιπνοῦσι G, περιπνέουσι FN δεδεμένας; F
<lb/>15 ἠτήσαντο N τἀγαθά N
<lb/>17 προστασιαν scripsi: -sptoustav codd. N, ἐπιστασίαν coni. Mang., παρουσίαν Cohn
<lb/>18 σύνεστι F ἐπιδείξεται GF 
<lb/>20 συνότων coni. Mang., παρουσίαν conicio Η:
<lb/>21 ἀκωλύτων GFN εὐσεβείας Mang.: εὐσέβειαν codd. N
<lb/>22 ἱερῶν Η : ἥ ἱερἐων GFN ἀριστείας Ν ἅνεν δὲ τούτων  H : τε ἅν ἐν τούτων G, τε ἀνένδοτον τούτων FN
<lb/>24 <add>εἰς</add>οὐδὲν coni. Mang.
<lb/>26 ὑπερμάοντας H</note> <note xml:lang="mul" type="footnote">8—22 Ν fol. 187v : ὁ αὐτὸς — τούτων.</note>  

<pb n="v.2.p.224"/>
ἑκάστης αἶσχος ἀδυνατοῦντας ἐπιδείκνυσθαι δι’ ἀκαιρίαν τῶν εἰς τὸ ἁμαρτάνειν
καιρῶν, ἐπειδὰν δὲ τοῦ δύνασθαι πολλὴ καὶ μεγάλη κατασκήψῃ
φορά, γῆν καὶ θάλατταν ἄχρι τερμάτων ἀμυθήτων ἀναπιμπλάντας κακῶν
καὶ μηδέν, μὴ μικρὸν μὴ μέγα, ἀζήμιον ἐῶντας, ἀλλὰ ῥύμῃ μιᾷ ἀνατρέποντάς
 τε καὶ φθείροντας·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="43"><p>ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ <lb n="5"/>
μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν
ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="44"><p> ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται. <milestone unit="altref" n="10"/> τίνος δὴ ταῦθ’
εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης
κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης; ἑρμηνεύεται <lb n="10"/>
 γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="45"><p>θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν
ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ
νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία. ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν
 αὐτῆς ὀνομάζει σάλον,</p></div></div></body></text></TEI>