<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="36"><p>ἐπειδὰν δὲ ὁ
τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος
χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται,
ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, <lb n="20"/>
κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν
ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα
γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς
ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ —
δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι <lb n="25"/>
διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος
τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐκλαλήσας Mang. : ἐκγελάσας G, ἐγγελάσας FII 2.
<lb/>3 δέοντα ἡσυχασθῆναι conicio 
<lb/>3 τοῦ] Tti) F
<lb/>4 καρπούμενος] ποιούμενος L
<lb/>5 δοῦλος δούλων seclusit Ηang. δουλῶν G1F, δουλεύων G^
<lb/>6 αὑτοῦ v ἡμάρτηκεν scripsi: ἡμάρτησεν codd. ὡς om. G
<lb/>8 ἐν τοῖς νόμοις ἀποδόσεις
<lb/>11 9 ἐγκειμένην Η: οἰκουdνην GF, ἐναποκειμένην conicio διερμηνεύσομεν Η
<lb/>11 ἐρημία G1
<lb/>12 τρόπον F 
<lb/>13 δ’ H: 8i G, δ’ ἡ F 15.
<lb/>16 ἐνεργοῦντας Η
<lb/>16 τοῖς om. L ἐπὶ G ἐν om. G
<lb/>18 ἐργάζεσθαι G
<lb/>20 ἀνατέμνων H: ἀνατέμνῃ GF, ἀνατεμῶν conicio καταβάλῃ G
<lb/>21 alterum δὲ 11: τε GF
<lb/>22 ἐποχετεύει G 
<lb/>22 —
<lb/>24 ὀσα- λλλοις om. F
<lb/>23 γεωργικὰ Turn.: γεωργεῖ καὶ GH
<lb/>24 ἀρμόττειν G
<lb/>25 δύναται scripsi (et parenthesin statui): δύνηται codd. χἑροκμἡτων scripsi: χειροτμἡτων codd.
<lb/>27 ἐγχειρεῖ GF: ἐγχορε-‘ H, ἐuωρεῖ L</note>  

<pb n="v.2.p.223"/>
οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν,
τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ
γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων
ποιεῖν τῷ μουσικῷ. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="37"><p><lb n="5"/> ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον
δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. οἱ δ’ ἄνευ τοῦ τι ποιεῖν ἐπιστήμονες
αὐτὸ μόνον, ἀκίνδυνον γέρας εἰληφότες ἡσυχίαν ἠρεμοῦσιν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="38"><p><milestone unit="altref" n="9"/> ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως  τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν· οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ
<lb n="10"/> ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι φύσεως μὲν εὐμοιρίᾳ,
νομίμοις δ’ ὑφηγήσεσι, πόνοις δ’ ἀηττήτοις καὶ ἀοκνοτάτοις χρησάμενοι,
τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι
διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος ἢ τὰς ἄλλας κῆρας ὅσαι τὸν
ἀνθρώπινον περιπολοῦσι βίον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="39"><p>οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ <lb n="15"/> καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις καὶ ἀφέτοις
καὶ ἐλευθέροις ἐχρήσαντο πᾶσι τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="40"><p>ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν
δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον, ἵνα βλέποντα ἀποδείξῃ·
<lb n="20"/> ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων
ἀκωλύτως δυνατὸς ἔσται· ὁ δ’ ἀσκητὴς εὐσεβείας ἱερωσύνην καὶ χωρίων
 <milestone unit="altpage2" n="p. 399 M."/> ἱερῶν καὶ τῆς ἐν τούτοις ἁγιστείας ἐπιμέλειαν.</p></div></div></body></text></TEI>