<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="34"><p> προειπόντες· <milestone unit="altref" n="8"/> σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ <lb n="10"/>
ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ
δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν | ἀδελφὸν ἕξις, <note xml:lang="lat" type="marginal">p. 398M.</note>
 κινήσει δ’ ἐνέργεια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="35"><p>τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον
γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς
ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, <lb n="15"/>
οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν
 ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="36"><p>ἐπειδὰν δὲ ὁ
τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος
χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται,
ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, <lb n="20"/>
κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν
ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα
γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς
ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ —
δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι <lb n="25"/>
διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος
τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐκλαλήσας Mang. : ἐκγελάσας G, ἐγγελάσας FII 2.
<lb/>3 δέοντα ἡσυχασθῆναι conicio 
<lb/>3 τοῦ] Tti) F
<lb/>4 καρπούμενος] ποιούμενος L
<lb/>5 δοῦλος δούλων seclusit Ηang. δουλῶν G1F, δουλεύων G^
<lb/>6 αὑτοῦ v ἡμάρτηκεν scripsi: ἡμάρτησεν codd. ὡς om. G
<lb/>8 ἐν τοῖς νόμοις ἀποδόσεις
<lb/>11 9 ἐγκειμένην Η: οἰκουdνην GF, ἐναποκειμένην conicio διερμηνεύσομεν Η
<lb/>11 ἐρημία G1
<lb/>12 τρόπον F 
<lb/>13 δ’ H: 8i G, δ’ ἡ F 15.
<lb/>16 ἐνεργοῦντας Η
<lb/>16 τοῖς om. L ἐπὶ G ἐν om. G
<lb/>18 ἐργάζεσθαι G
<lb/>20 ἀνατέμνων H: ἀνατέμνῃ GF, ἀνατεμῶν conicio καταβάλῃ G
<lb/>21 alterum δὲ 11: τε GF
<lb/>22 ἐποχετεύει G 
<lb/>22 —
<lb/>24 ὀσα- λλλοις om. F
<lb/>23 γεωργικὰ Turn.: γεωργεῖ καὶ GH
<lb/>24 ἀρμόττειν G
<lb/>25 δύναται scripsi (et parenthesin statui): δύνηται codd. χἑροκμἡτων scripsi: χειροτμἡτων codd.
<lb/>27 ἐγχειρεῖ GF: ἐγχορε-‘ H, ἐuωρεῖ L</note>  

<pb n="v.2.p.223"/>
οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν,
τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ
γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων
ποιεῖν τῷ μουσικῷ. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="37"><p><lb n="5"/> ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον
δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. οἱ δ’ ἄνευ τοῦ τι ποιεῖν ἐπιστήμονες
αὐτὸ μόνον, ἀκίνδυνον γέρας εἰληφότες ἡσυχίαν ἠρεμοῦσιν.
</p></div></div></body></text></TEI>