ὁ μὲν γὰρ ἐκ περιεργίας ἰδεῖν τὸν πατέρα γυμνὸν ἐθελήσας καὶ γελάσας ἃ εἶδε καὶ ἐκλαλήσας τὰ δεόντως ἡσυχασθέντα ὁ υἱὸς ἦν τοῦ Νῶε Χάμ, ὁ δὲ ἐφ’ οἷς ἕτερος ἠδίκησε τὰς αἰτίας ἔχων καὶ τὰς ἀρὰς καρπούμενος Χαναάν ἐστι· λέγεται γὰρ „ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης [δοῦλος δούλων] ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“ (Gen. 9, 25). τί γὰρ ἡμάρτηκεν, ὡς ἔφην, οὗτος;