<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="28"><p>καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ <lb n="10"/> νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα
γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα· ἑρμηνεύεται γὰρ
 <milestone unit="altpage2" n="p.397 M."/> Μανασσῆς μὲν „ἐκ λήθης„ — τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον
ἀνάμνησις· ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς
λήθης —, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι
<lb n="15"/> καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν
</p></div></div></body></text></TEI>