<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="26"><p> ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις. <milestone unit="altref" n="6"/> ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ
προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει
<note xml:lang="mul" type="footnote"><lb/>5 ἐὰν] ἄν V τοῦτο G 8.
<lb/>9 πρότερον et ὃστερον conicio 
<lb/>9 ὑστάτου Η alterum τῆς GF: ἀπὸ τῆς H
<lb/>13 γέννησιν
<lb/>11 ὑστεραη Turn. : ὑστερίζοι codd.
<lb/>14 μοίρας GFL2: βώμης HL’ στέργομεν Η 
<lb/>16 ὑπερφυῶς H: ὑπὐ φύσεως F, om. G
<lb/>17 ἐπαγωγότατα Turn.: ἀγωγιὡτατα G, ἀγαγότα HL’, ἁγιώτατα F, ἁγνότατα L2
<lb/>18 γέρως F
<lb/>19 καὶ om. G 
<lb/>21 prius τὸν] τὴν Η ὁ] ἡ H
<lb/>22 ο6τως G αἰῶνας G
<lb/>23 ἀφίκῃ ἲ scripsi: ἀφίκοιτο codd. ἐNτι GII
<lb/>25 ἐπὶ GF: ὑπὸ Η τοῦ (ἐθ conicio
<lb/>26 ἀρχιτέκτων F
<lb/>27 τοῦτο G
<lb/>28 αὐτφ͂] τούτῳ conicio 
<lb/>29 κατ’ G</note>  

<pb n="v.2.p.221"/>
τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον — ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης
ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος —, δυνάμει
δὲ πρεσβύτερον· παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται,
μεταποιεῖται δ’ οὗτος εἰκότως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="27"><p>τούτοις συνᾴδει καὶ τὰ ἐπὶ τῶν υἱῶν <lb n="5"/> Ἰωσὴφ ἐκ πολλῆς περισκέψεως ἀνεζητημένα, ἡνίκα ἐνθουσιῶν ὁ σοφὸς
ἀντικρὺς παρεστηκότων οὐκ ἐπιτίθησι ταῖς κεφαλαῖς ἐξ ἐναντίας καὶ
κατ’ εὐθὺ τὰς χεῖρας ἐπενεγκών, ἀλλ’ ἐναλλάξας, ὅπως τῇ μὲν εὐωνύμῳ
τοῦ πρεσβυτέρου δοκοῦντος εἶναι, τοῦ δὲ νεωτέρου τῇ δεξιᾷ ψαύσῃ (Gen.
48, 13. 14).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="28"><p>καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ <lb n="10"/> νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα
γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα· ἑρμηνεύεται γὰρ
 <milestone unit="altpage2" n="p.397 M."/> Μανασσῆς μὲν „ἐκ λήθης„ — τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον
ἀνάμνησις· ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς
λήθης —, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι
<lb n="15"/> καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="29"><p>μνήμαις ἀδιαστάτοις. μνῆμαι μὲν οὖν ἠνδρωμένοις ἤδη καὶ παγίοις συντυγχάνουσι, παρὸ καὶ νεώτεραι ἐνομίσθησαν ὀψὲ φυόμεναι· λήθη δὲ καὶ ἀνάμνησις ἐπαλλήλως σχεδὸν ἐκ πρώτης ἡλικίας ἑκάστῳ σύνεισιν, οὗ ἕνεκα
τὰ χρόνου πρεσβεῖα εὕρηνται καὶ ἐπ’ εὐωνύμοις παρὰ σοφῷ ταξιαρχοῦντι
<lb n="20"/> τάττονται· τῶν δὲ ἀρετῆς αἱ μνῆμαι κοινωνήσουσι πρεσβείων, ἃς ὁ θεοφιλὴς δεξιωσάμενος τῆς ἀμείνονος παρ’ ἑαυτῷ μοίρας ἀξιώσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="30"><p>Νήψας οὖν ὁ δίκαιος καὶ γνοὺς ὅσα „ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ υἱὸς„ ἀρὰς χαλεπωτάτας τίθεται· τῷ γὰρ ὄντι ὅταν ὁ νοῦς νήψῃ,
κατὰ τὸ ἀκόλουθον εὐθὺς αἰσθάνεται ὅσα ἡ νεωτεροποιὸς ἐν αὐτῷ κακία
<lb n="25"/> πρότερον εἰργάζετο, ἃ μεθύων ἀδυνάτως καταλαβεῖν εἶχε. </p></div></div></body></text></TEI>