<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="21"><p><milestone unit="altref" n="5"/> ἑνὶ μέντοι νόμου διατάγματι <lb n="20"/> τοῖς ἀκούειν ἐπισταμένοις ἑκάτερον ὧν εἶπον ἐναργέστερον φανεῖται δεδηλωκώς· „ἐὰν γὰρ γένωνται„ φησίν „ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη
καὶ μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 σοφώτατος v Ἀβραὰμ H
<lb/>4 φασὶ γοῦν Cohn: φασὶν οὖν codd. φασὶν πρεσβύτεπρος om. H Ἀβραὰμ G
<lb/>5 ‘Λβραὰμ codd. κατὰ] καὶ L 
<lb/>6 τὸ GF: τὸν, τῶν V προσκείμενον F, προκειμένων V
<lb/>7 ἐλέγχθη Η 
<lb/>9 ἐπιβουλὰς G εὐλογιστῇ G^F (σὴ s. s. G-): εὐλογίσθη Η γνώμη χρώχρώμενόν H δήπου Η: δήμου GF
<lb/>10 οὕτω FH τὸν δέκα Mang: τὸν ἕνδεκα GF, δι’ ὃν ἕνδεκα H, λαοῦ ἕνδεκα v (Turn.)
<lb/>11 εἰληφότας FL-
<lb/>14 ὑπὸ] ἀπὸ F
<lb/>15 ἀξιῶσαι GF
<lb/>17 κιβδηλευόμενοι H, καὶ κιβδγͅλευόμενοι L ἀπἀντωνR
<lb/>18 t6 om. L φρόνιμαΗ
<lb/>19 εἰσὶΗ 20ὧνF:ὧν ἄν GH 20.
<lb/>21 δεδηλωκός G^
<lb/>22 καὶ τἐκωσιν—μισουμένη om. GH</note>  

<pb n="v.2.p.220"/>
γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ᾗ ἂν ἡμέρᾳ κληροδοτῇ τοῖς
| υἱοῖς τὰ ὑπάρχοντα, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης
ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· ἀλλὰ τὸν πρωτότοκον
υἱὸν τῆς μισουμένης ἐπιγνώσεται, δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων
ὧν ἐὰν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ <lb n="5"/>
 καθήκει τὰ πρωτοτόκια“ (Deut. 21,15 — 17).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="22"><p><milestone unit="altpage1" n="p. 396 M."/>  παρατετήρηκας ἤδη, ὅτι
τὸν μὲν τῆς στεργομένης υἱὸν οὐδέποτε πρωτότοκον ἢ πρεσβύτερον καλεῖ,
τὸν δὲ τῆς μισουμένης πολλάκις· καίτοι τοῦ μὲν τὴν γένεσιν προτέρου,
τοῦ δὲ ἐκ τῆς στυγουμένης ὑστέρου δεδήλωκεν εὐθὺς ἀρχόμενος τῆς
προστάξεως· „ἐὰν γὰρ τέκωσι„ φησίν „ἡ ἠγαπημένη καὶ ἡ μισουμένη.“ <lb n="10"/>
ἀλλ’ ὅμως τὸ μὲν τῆς προτέρας γέννημα, κἂν πολυχρονιώτερον ᾖ, νεώτερον
παρ’ ὀρθῷ λόγῳ δικάζοντι νενόμισται, τὸ δὲ τῆς ὑστέρας, κἂν ἐν
τοῖς κατὰ τὴν γένεσιν χρόνοις ὑστερίζῃ, τῆς μείζονος καὶ πρεσβυτέρας
 μοίρας ἠξίωται. διὰ τί;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="23"><p>ὅτι τῶν γυναικῶν τὴν μὲν στεργομένην ἡδονῆς,
τὴν δὲ στυγουμένην φρονήσεως εἶναί φαμεν σύμβολον· τῆς μὲν γὰρ ὁ <lb n="15"/>
πολὺς ὅμιλος ἀνθρώπων τὴν συνουσίαν ὑπερφυῶς ἀγαπᾷ δελέατα καὶ
φίλτρα ἐξ ἑαυτῆς ἐπαγωγότατα ἐνδιδούσης ἀπὸ γενέσεως ἀρχῆς ἄχρι
πανυστάτου γήρως, τῆς δὲ ἐκτόπως τὸ αὐστηρὸν καὶ περίσεμνον διαμεμίσηκε
καθάπερ οἱ ἄφρονες παῖδες τὰς τῶν γονέων καὶ τρεφόντων ὠφελιμωτάτας
 μὲν ἀτερπεστάτας δὲ ὑφηγήσεις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="24"><p>τίκτουσι δ’ ἀμφότεραι, ἡ <lb n="20"/>
μὲν τὸν φιλήδονον, ἡ δ’ αὖ τὸν φιλάρετον ἐν ψυχῇ τρόπον. ἀλλ’ ὁ
μὲν φιλήδονος ἀτελὴς καὶ ὄντως ἀεὶ παῖς ἐστι, κἂν εἰς πολυετίας αἰῶνα
μήκιστον ἀφίκηται, ὁ δ’ αὖ φιλάρετος ἐν γερουσίᾳ τῆς φρονήσεως ἐξ ἔτι
 σπαργάνων, τὸ τοῦ λόγου δὴ τοῦτο, ἀγήρως ὢν τάττεται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="25"><p>παρὸ καὶ λίαν
ἐμφαντικῶς εἴρηκεν ἐπὶ τοῦ τῆς μισουμένης ὑπὸ τῶν πολλῶν ἀρετῆς <lb n="25"/>
γεγονότος, ὅτι „οὗτός ἐστιν ἀρχὴ τέκνων“, καὶ τάξει καὶ ἡγεμονίᾳ δήπου
πρῶτος ὤν, “καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“ νόμῳ φύσεως, οὐκ
</p></div></div></body></text></TEI>