<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="10"><p><milestone unit="altref" n="3"/> καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς
ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι
<lb n="10"/> „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ
καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ
οὐχὶ σοφός;„ (Deut. 32, 4 — 6).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="11"><p>οὐκοῦν τέκνα ἐναργῶς ὠνόμακε τοὺς μώμους ἔχοντας ἄνδρας ἐν ψυχῇ καὶ μωρίᾳ καὶ ἀνοίᾳ τὰ πολλὰ σφαλλομένους
ἐν ταῖς κατὰ τὸν ὀρθὸν βίον πράξεσιν, οὐκ εἰς τὰς ἐν παισὶ
<lb n="15"/> σώματος ἡλικίας ἀπιδών, ἀλλ’ εἰς τὸ τῆς διανοίας ἀλόγιστον καὶ πρὸς
ἀλήθειαν βρεφῶδες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="12"><p>οὕτως μέντοι καὶ Ῥαχήλ, ἡ σώματος εὐμορφία, νεωτέρα Λείας, τοῦ κατὰ ψυχὴν κάλλους, ἀναγράφεται· ἡ μὲν γὰρ θνητή,
τὸ δ’ ἐστὶν ἀθάνατον, καὶ ὅσα μέντοι τίμια πρὸς αἴσθησιν, ἑνὸς μόνου
τοῦ κατὰ ψυχὴν κάλλους ἀτελέστερα. οἷς ἀκολουθεῖ καὶ τὸν Ἰωσὴφ
<lb n="20"/> νέον τε καὶ νεώτατον αἰεὶ λέγεσθαι· καὶ γάρ, ὅταν ἐπιστατῇ τῆς ποίμνης
μετὰ τῶν νόθων ἀδελφῶν, νέος προσαγορεύεται (Gen. 37, 2), καὶ ὅταν
εὔχηται ὁ πατὴρ αὐτῷ, φησίν· „υἱὸς ηὐξημένος νεώτατος πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg012.1st1K-grc1" subtype="section" n="13"><p>οὗτος δέ ἐστιν ὁ τῆς περὶ τὸ σῶμα ἁπάσης ὑπέρμαχος δυνάμεως καὶ ὁ τῆς τῶν ἐκτὸς ἀφθονίας ἀκολάκευτος ἑταῖρος,
<lb n="25"/> ὁ τῆς πρεσβυτέρας ψυχῆς πρεσβύτερον καὶ τιμιώτερον ἀγαθὸν μήπω
τέλειον εὑρημένος. εἰ γὰρ εὕρητο, κἂν ὅλην Αἴγυπτον ἀμεταστρεπτὶ
φεύγων ᾤχετο· νυνὶ δὲ ἐπὶ τῷ τρέφειν αὐτὴν καὶ τιθηνοκομεῖν μάλιστα
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶ) H: om. GF, διὰ τὸ conicio παιδείαις F
<lb/>3 σοφία G
<lb/>4 ἐπειδὴ γὰρ ἑ̣κrἀτερον Η
<lb/>5 ἐν H: ἢ GF τοῖς ἰδία λόγοις GF: τισι διαλόγοις Η ἐπιδείξομεν conicio
<lb/>10 οὐκ om. G
<lb/>11 ἀνταποδίδοται G οὕτως H; ψος F, ο5τω G
<lb/>12 τέκνα Benzelius: τέ GF, om. H
<lb/>13 ἀνοία Η: ἐν οἵα G, ἐwοία F, ἀγνοίᾳ coni. Mang.
<lb/>14 βίον] λόγον conicio
<lb/>15 ἀλόγιστον Η: XoYtCTOv G’, λογιστικὸν G^ εὐόλισθον F -16 ουατω Η
<lb/>17 toj G-’: om. Θ.1ΕΗ ψυχὴν κάλλους GF: ψυχῆς κάλλος Η
<lb/>18 ῴντοι τί τίμια H 
<lb/>19 κάλλους Mang. : καλῶν GF, καλοῦ H "20 νεώτερον F ἀεὶ G 
<lb/>22 αὐτοῦ coni. Mang.
<lb/>24 ἀκολακεύτως G
<lb/>25 (t6) τῆς conicio
<lb/>26 τελείως conicio ευαροιτο, εὕρετο conicio κἀν Cohn: καὶ codd.
<lb/>27 τρέφοντι H, τρέφθειν τε Turn.</note>  

<pb n="v.2.p.218"/>
σεμνύνεται, ἧς τὸ μάχιμον καὶ ἡγεμονεῦον ὅταν ἴδῃ ὁ ὁρῶν καταπεποντωμένον
 καὶ διεφθαρμένον, ὕμνον εἰς τὸν θεὸν ᾄδει.</p></div></div></body></text></TEI>