p.392M. Τὰ περὶ μέθης καὶ τῆς ἑπομένης αὐτῇ γυμνότητος εἰρημένα τῷ νομοθέτῃ διεξεληλυθότες πρότερον ἀρξώμεθα τοῖς λεχθεῖσι τὸν ἑξῆς προσαρμόττειν λόγον· περίεστι τοίνυν ἐν τοῖς χρησμοῖς ἀκόλουθα τάδε· „ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος„ (Gen. 9,24).