ἐδιδάχθησαν δὲ ὑπὸ μὲν ὀρθοῦ λόγου, πατρός, τὸν πατέρα τῶν ὅλων τιμᾶν, ὑπὸ δὲ παιδείας, τῆς μητρός, τῶν θέσει καὶ νομιζομένων παρὰ πᾶσιν εἶναι δικαίων μὴ ὀλιγωρεῖν. ἡνίκα γοῦν ὁ ἀσκητὴς Ἰακὼβ καὶ τοὺς ἀρετῆς ἄθλους διαθλῶν ἔμελλεν ἀκοὰς ὀφθαλμῶν ἀντιδιδόναι καὶ λόγους ἔργων καὶ προκοπὰς τελειότητος, τοῦ φιλοδώρου θεοῦ βουληθέντος αὐτοῦ τὴν διάνοιαν ἐνομματῶσαι, ἵνα ταῦτ’ ἐναργῶς ἴδῃ ἃ πρότερον ἀκοῇ παρελάμβανε—πιστοτέρα γὰρ ὄψις ὤτων—, ἐπήχησαν οἱ χρησμοί· „οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται σου τὸ ὄνομα, ὅτι ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28). Ἰακὼβ μὲν οὖν μαθήσεως καὶ προκοπῆς ὄνομα, ἀκοῆς ἐξηρτημένων δυνάμεων, Ἰσραὴλ δὲ τελειότητος· ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα. τελειότερον δὲ τί ἂν εἴη τῶν ἐν ἀρεταῖς ἢ τὸ ὄντως ὂν ἰδεῖν; ὁ δὴ κατιδὼν τἀγαθὸν τοῦτο παρ’ ἀμφοτέροις ἀνωμολόγηται τοῖς γονεῦσιν εὐδόκιμος, ἰσχὺν μὲν τὴν ἐν θεῷ, δύναμιν δὲ τὴν παρὰ ἀνθρώποις εὑράμενος. εὖ μοι δοκεῖ καὶ ἐν Παροιμίαις εἰρῆσθαι „προνοούντων καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων“ (Prov. 3,4), ἐπειδὴ δι’ ἀμφοτέρων παντελὴς ἡ κτῆσις τἀγαθοῦ περιγίνεται· διδαχθεὶς γὰρ φυλάσσειν νόμους πατρὸς καὶ μὴ ἀπωθεῖσθαι θεσμοὺς μητρὸς θαρρήσεις ἐπισεμνυνόμενος εἰπεῖν· „υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός“ (Prov. 4, 3). ἀλλ’ οὐκ ἔμελλες, εἴποιμ’ ἂν αὐτῷ, στέργεσθαι φυλάττων μὲν τὰ παρὰ γενητοῖς καθεστῶτα νόμιμα διὰ πόθον κοινωνίας, φυλάττων δὲ καὶ τοὺς τοῦ ἀγενήτου θεσμοὺς δι’ εὐσεβείας ἔρωτα καὶ ζῆλον; τοιγάρτοι καὶ θεοπρόπος Μωυσῆς διὰ τῆς τῶν κατὰ τὸν νεὼν δημιουργίας ἱερῶν τὴν ἐν 1 ἦσαν] ὑστέρησαν conicio τῶν ἑτέρων γονέων v 1. 2 τῶν ἀμφοτέρων γονέων et οὐχ ἡμιτελεῖς coni. Mang. τῆς ἀρετῆς scripsi: τὴν ἀρετὴν codd., τῇ ἀρετῇ v 2 οὗτοι τοίνυν scripsi: οὐ τοίνυν GUFL, οὗτοι νῦν Η 3 λόγος om. FL ἐθνῶν G 4 ἡ μήτηρ conicio 8 λόγον H 10 παρελάμβανεν Η 11 ὤτων] αὐτῶν Η ἐπήχησαν FH: ἐπήχθησαν G, ὑπήχησαν U σου] αὐτοῦ L 13 δυνατῶς v 16 ὂν H: om. GUF 18.19 ἀνθρώποις—ἐνώπιον om. F εὑράμενος—ἀνθρώπων om. L 19 προνοοῦ conicio 20 ἀμφοτέροις H ἡ] τ᾿ ἡ Η 21 ἀπωθεῖσθαι UH: ἀθετεῖσθαι GF 23 προσώποις H 24 παρὰ] περὶ FL, παρὰ τοῖς conicio γεννητοῖς Η 25 νόμιμα] cf. ad p. 182, 12 τοῦ om. H 25. 26 ἀγεννήτου UH 26 θεοτρόπος F, ὁ θεοπρόπος conicio 27 τῶν om. H 7 sqq. cf, Clementem Strom. I § 31 p. 334 P ἀμφοτέροις τελειότητα διαδείξει· οὐ γὰρ ἀπερισκέπτως ἡμῖν τὴν κιβωτὸν ἔνδοθέν τε καὶ ἔξωθεν χρυσῷ περιαμπίσχει (Exod. 25, 10), οὐδὲ στολὰς τῷ ἀρχιερεῖ διττὰς ἀναδίδωσιν (Exod. 28, 4), οὐδὲ βωμοὺς δύο, τὸν μὲν ἔξω πρὸς τὰ ἱερεῖα, τὸν δὲ πρὸς τὸ ἐπιθυμιᾶν ἔνδον δημιουργεῖ (Exod. 27,1. 30, 1), ἀλλὰ βουλόμενος διὰ συμβόλων τούτων τὰς καθ’ ἑκάτερον εἶδος ἀρετὰς παραστῆσαι.