διὰ τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν—λόγου γὰρ ἡσυχία θάνατος —, ἵνα μηκέτ’ ἐνσοφιστεύοντος ὁ νοῦς μεθέλκηται, δύνηται δ’ ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ „ἀδελφὸν“ σῶμα ἡδονῶν, τῶν κατὰ τὰς „πλησίον“ καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν „ἔγγιστα“ λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν; οὗτός ἐστιν ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί“, τοῖς θνητοῖς γονεῦσιν, „οὐχ ἑώρακα ὑμᾶς“, ἀφ’ οὗ τὰ θεῖα εἶδον, ὁ „μὴ γνωρίζων τοὺς υἱούς“, ἀφ’ οὗ γνώριμος σοφίας ἐγένετο, ὁ „ἀπογινώσκων τοὺς ἀδελφούς“ (Deut. 33,9), ἀφ’ οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς. οὗτός ἐστιν ὁ „τὸν σειρομάστην λαβών“, τουτέστιν ὁ μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ „εἰς τὴν κάμινον“, ὥς φησι Μωυσῆς, „εἰσελθών“, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν „γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν“, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον ἢ δρῶσα, καὶ πάντα „ἄνθρωπον“ καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις (Num. 25, 7. 8). ἆρ’ οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται· τὰ δ’ ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη (Num. 25, 12. 13). τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν 1 μηδὲ GUFH: μὴ τὸ L, εἰς τὸ v νοητὰς codd.: καλὰς v 2 ἀσπάσασθαι L καὶ om. H ἐγγύτατος H 3 ἐν λόγοις F καὶ ante πιθανότησι om. H 4 καλλίστου U 5 ἀμυνόμεθα GU 8 πάντως Turn.: πάντων codd. 9. 10 τῶν—σοφιστειῶν om. Η κατὰ τῶν ἔγγιστα σοφιστειῶν L 10 σοφιστιῶν F καθαρῶ U, καθαρὸς F 15 χειρομάστην H 20 μητρὸς H 22 τἄ addidi 23 μόνου Mang.: νόμου GUF, νόμου τοῦ Η περιαπτούσῃ ἔργα coni. Mang. παθηταῖς Mang.: πάθη ταῖς codd. 25 τρόπον scripsi: πρὸς codd. ἀλισκομένοις sciipsi: ἁλισκόμενος codd, 25. 26 ἀλλά γε παρὰ U 27 ἆθλα] ἄλλα G 29 τοῖς om. Fv ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.