<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="66"><p>οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ
πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον,
ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, <lb n="5"/>
οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους,
 ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μηδ’ ἀκουσίου χειροτονεῖσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="67"><p>λέγεται
γάρ· „ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον
αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευί, καθὰ
ἐλάλησε Μωυσῆς, καὶ ἔπεσον ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους <lb n="10"/>
ἄνδρας“ (Exod. 32, 27. 28). καὶ τοὺς τοσαύτην ἀνῃρηκότας
πληθὺν ἐπαινεῖ φάσκων· „ἐπληρώσατε τὰς χεῖρας σήμερον κυρίῳ, ἕκαστος
ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν“ (Exod. 32,29).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="68"><p><milestone unit="altref" n="16"/> τί οὖν λεκτέον ἢ ὅτι οἱ τοιοῦτοι τοῖς μὲν κοινοῖς ἀνθρώπων ἔθεσιν
ἁλίσκονται κατήγορον ἔχοντες τὴν πολιτευομένην καὶ δημαγωγὸν μητέρα <lb n="15"/>
συνήθειαν, τοῖς δὲ τῆς φύσεως διασῴζονται συμμάχῳ χρώμενοι ὀρθῷ
 λόγῳ, τῷ πατρί;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="69"><p>καὶ γὰρ οὐδ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν
οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’
ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, <milestone unit="altpage1" n="p. 367"/>  εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις <lb n="20"/>
πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ
 δυσμενεστάτοις προσφέρεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="70"><p>διὰ τοῦτο καὶ „ἀδελφόν“, οὐκ ἄνθρωπον,
ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν σῶμα ἀποκτενοῦμεν, τουτέστι τοῦ φιλαρέτου καὶ
θείου τὸ φιλοπαθὲς καὶ θνητὸν διαζεύξομεν. ἀποκτενοῦμεν καὶ τὸν
„πλησίον“, πάλιν οὐκ ἄνθρωπον, ἀλλὰ τὸν <add>αἰσθήσεων</add> χορὸν καὶ θίασον· <lb n="25"/>
οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας
ἐπ’ αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 εὕραντο—ταῖς om G
<lb/>1 εὕροντο H
<lb/>2 τοῖς om. H φαντασίας H ἀπατωμέναις Η
<lb/>6 μηδὲν Η ἅγους GU 6.
<lb/>7 προσαψαμένου H 
<lb/>7 ἄπαγε] ἅπας Η
<lb/>9 αὑτοῦ bis U, bis om. L οἱ GF: om. UH
<lb/>10 ἐλάλησε] προσέταξε U Μώσης Η
<lb/>12 πλὴν U 12—185,25 hinc translata inseruit F fol. 354ν in libri Quod deus sit immutabilis § 67 ῥίζαις, ibidem in folio postmodum interposito babet L, cf. Prolegomena vol. I p. XXIV. XXV
<lb/>12 ἕκαστος ante σήμερον trauspos. v
<lb/>19 φίλτατα σαρκὶ H αὐτῶν II
<lb/>20 νόμου L γενησομένους ’-Ii, γενομένου H (ου in ras.) 23.
<lb/>24 τοῦ φιλαρέτου καὶ θείου Turn.: τῶ φιλαρέτῳ καὶ θείω codd.
<lb/>24 διαζεύξωμεν L
<lb/>25 ante ἀλλὰ ex lin.
<lb/>23 ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν inserit Η αἰσθήσεων addidi χορὸν αἰσθήσεων. οὗτος coni. Mang.
<lb/>26 prius καὶ V: om. GFII tertium καὶ] τε καὶ U
<lb/>27 αὐτὸ v</note>  

<pb n="v.2.p.183"/>
μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μηδὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις
ἀσπάσηται. ἀποκτενοῦμεν καὶ „τὸν ἔγγιστα“· ὁ δ’ ἐγγυτάτω διανοίας
ὁ κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας
ψευδεῖς ἐντιθεὶς ἐπ’ ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας. </p></div></div></body></text></TEI>