λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις· „καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός“ (Gen. 20, 12)· οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός. αὕτη μὲν οὖν ὑπερκύψασα τὸν σωματοειδῆ πάντα κόσμον ὑπὸ τῆς ἐν θεῷ χαρᾶς γανωθεῖσα γέλωτα τὰς ἀνθρώπων θήσεται σπουδάς, ὅσαι περὶ τῶν κατὰ πόλεμον ἢ κατ’ εἰρήνην πραγμάτων εἰσίν. ἡμεῖς δὲ ἔτι ὑπὸ τῆς ἀνάνδρου καὶ γυναικώδους συνηθείας τῆς περὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη καὶ τὰ αἰσθητὰ νικώμενοι τῶν φανέντων οὐδενὸς κατεξαναστῆναι δυνάμεθα, πρὸς πάντων δὲ καὶ τῶν ἐπιτυχόντων οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἑλκόμεθα. κἂν τὸ στῖφος ἡμῶν τοῖς τοῦ πατρὸς ἐπιτάγμασιν ἀδυνατοῦν ὑπηρετεῖν ἁλίσκηται, σύμμαχον οὐδὲν ἧττον ἕξει τὴν μητέρα, παιδείαν μέσην τὰ νομιζόμενα καὶ δοκοῦντα εἶναι δίκαια γράφουσαν κατὰ πόλεις καὶ ἄλλα ἄλλοις νομοθετοῦσαν. εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὁ ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, 1 προδοθέντες] προαχθέντες coni. Cohn δὲ N φίλτρων αἰσθήσεως olim coniciebam τὴν] τῆς G ψυχικὴν H, τῆς ψυχῆς ψυχῆς D εἰκότως Turn.: εἰκός codd. N τὰ GUFN: τῶν H 3. 4 ἐπιπόλακεν GF 5 ἑστίαν GUFN: ἤδη H 7 ὠδίνει H 9 οὐ Η: καὶ GUF, om. L μητρὸς Η: μητέρα GUF θήλεως G 10 γενεᾶς] συγγενείας coni. Mang. 12 αἰσθητοῦ F 15 γαννωθεῖσα G 16 θήσει H 16. 17 περὶ τὰ et πράγματα conicio 17 δὲ] δὴ Mang. 19 νικώμενα F 25. 26 καὶ—ἡξίωσε om. G 25 τιμῆς FH: om. U 3 sqq. cf. Origenis Homiliam in Genesim VIII 10 p. 83 (ad eundem locum): quem tamen filium ita demum generabis, si . . . . deficiant et in anima tua muliebria . . . . 13 cf. Piatonis Timaeum p. 52 D et Indicem Aristotelicum s. v. τιθήνη. ἐφ’ αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν·