τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία—λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ οἷον ἀποδύσασθαι, ἀλλ’ οὐδ’ ἐνσκευάσασθαι ταύτας δυνατόν· ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται. ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ· ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν· „ἐγένετο“ γάρ φησιν „ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ὁ ἀδελφὸς αὐτοῦ“ (Gen. 27, 30)· μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς 1 εὐφραίνοντας F παντελῆ F 1.2 κατισχημένους F, κατεχομένους II 2 ἀεὶ GF 3 χρείαν G γανουμένους FH: γαννουμένους G, γεγανωμένους U ἀφραινομένους F 5. 6 ἀλλὰ—ἄγνοια oin. H 7 ἀφροσύνης FL2 8 γυμνότης GH 8. 9 τῶν ἀγαθῶν καὶ #x003E; ἐναντίων conicio 9 κακία L ἐσκιασμένων Turn. 10 ἀπαμπίσχουσα scripsi: ἀπανπιούση F, ἅπαν πιούσῃ U, ἅπα lac. 3 litt. G, ἅπαν ποιούση ὕσῃ H, ἀπαμφιάσασα Maug. 10. 11 τῇ—μέρει add. 11. 12 οὐδὲν σκευάσασθαι G 12 ταύτας om. H δέ om. G 13 ἐπαμπίσχεται scripsi: ἐπαμπίσεται GU, ἀπαμπίσεται F, ἅπαν πίεται Η, ἐπαμφίσκεται Mang. 16 ψησάμενος G 18 ἐνέδραμεν L prius μήτε] μήποτε Η 19 φυλοροεῖ U 21 δι’ ἣν H2 in ras. et δὲ add., rursus del. φυσικώτατα scripsi: φυσικωτάτην codd. 22 τὴν om. F 24 περιπατεῖ F πᾶς om. L 9. 10 DR fol. 72v ἐκ τοῦ περὶ μέθης β΄ κεφ α (Anton. Mel. I 21 col. 843): ἀλήθειά ἐστιν ἡ τὰ—δύναμις. ὁ ἀφροσύνης ἑταῖρος ἐκτετόξευται· ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης.