καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’ αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι. διὰ τοῦτ’ 2 σῶμά τε καὶ scripsi: σώματα καὶ UFH, σῶμα καὶ G, σῶμα καὶ τὰ Mang. 3 ἀπαραγώγου H 4 τὸν om. Η 8 πρότερον GF: πρότερα UH 9. 10 φύσιν ἄχρονον ὑπάρχουσαν F2 11 ἠθοποιοῦ U, ἠθικὸν conicio. hic μεθημερινὸν H textus § 136 inde ab εἰσιόντι. continuatio § 48 usque ad § 106 λόγον—μεθημερινὸν invenitur fol. 376r sqq., inserta libri De migr. ἑ 12 12 τελεωτέρας H #x003E; αὖθις conicio 13 ἀπώνασθαι GD βεβαίως om. D δυνηθῶσιν U παρ’ ὃ UD 15. 16 γραμματικῇ—μουσικῇ om. U 17. 18 ὁ δ’—τὴν om. U 18 πρεσβυτέραν] ὁρᾶν U πρότερον H 20 ἐκείνην H πόνον ἐνδύσωμεν (immo ἐνδυσώμενθα) Mang. ἑλκύσωμεν U 21 ἀνοδίαν F 23 εἰς ἅπαν UH 24 ἀπὸ] ὑπὸ F 11—15 DK fol. 248r ἐκ τοῦ περὶ μέθης: τοῖς ἀσκηταῖς σοφίας ἀνάγκη—ἐντυχεῖν οἶμαί φησι· „συντέλεσον τὰ ἕβδομα ταύτης“ (Gen. 29, 27), ἴσον τῷ μὴ ἀτελεύτητον ἔστω σοι τὸ τῆς ψυχῆς ἀγαθόν, ἀλλ’ ὅρον ἐχέτω καὶ πέρας, ἵνα καὶ τῇ νεωτέρᾳ τάξει τῶν ἀγαθῶν ἐντύχῃς, ἣν σώματος κάλλος καὶ δόξα καὶ πλοῦτος καὶ τὰ ὁμοιότροπα κεκλήρωται. ὁ δὲ συντελέσειν μὲν οὐχ ὑπισχνεῖται, „ἀναπληρώσειν“ (Gen. 29, 28) δ’ αὐτὴν ὁμολογεῖ, τουτέστι μηδέποτε ἐπιλείψειν τὰ πρὸς αὔξησιν καὶ συμπλήρωσιν αὐτῆς ἐπιτηδεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ περιέξεσθαι, κἂν μυρία τὰ ἀντισπῶντα καὶ ἀνθέλκοντα ᾖ. πάνυ δ’ ἐκδήλως τὸ τὰ ἔθη γυναιξὶ μᾶλλον ἢ ἀνδράσιν ἐπιτηδεύεσθαι δοκεῖ μοι παρίστασθαι διὰ τῶν Ῥαχὴλ τῆς μόνα τὰ αἰσθητὰ θαυμαζούσης λόγων· φησὶ γὰρ πρὸς τὸν πατέρα ἑαυτῆς· „μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν“ (Gen. 31, 35). οὐκοῦν γυναικῶν ἴδιον τὸ ἔθεσι πείθεσθαι· καὶ γὰρ τῷ ὄντι ἀσθενεστέρας καὶ θηλυτέρας ψυχῆς τὸ ἔθος· ἀνδρῶν γάρ τοι ἡ φύσις, καὶ ἐρρωμένου