τῆς αὐτῆς προαιρέσεώς ἐστι πᾶς, ὅτῳ τὰ μὲν ψυχῆς ἀπέγνωσται, τὰ δὲ περὶ σῶμά τε καὶ ἐκτὸς χρώμασι καὶ σχήμασι πεποικιλμένα πρὸς ἀπάτην αἰσθήσεως εὐπαραγώγου θαυμάζεται. καλεῖ δὲ τὸν τοιοῦτον ὁ νομοθέτης Λάβαν, ὃς τοὺς ἀληθεῖς τῆς φύσεως νόμους οὐ κατιδὼν ψευδογραφεῖ τοὺς παρὰ ἀνθρώποις φάσκων· „οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν“ (Gen. 29, 26). οὗτος μὲν γὰρ τὴν ἐν χρόνοις τάξιν φυλάττειν οἴεται δεῖν, τὰ πρεσβύτερα πρότερον καὶ τὰ νεώτερα αὖθις εἰς κοινωνίαν ἄγεσθαι δικαιῶν. ὁ δὲ σοφίας ἀσκητὴς εἰδὼς καὶ φύσεις ἀχρόνους ὑπαρχούσας ἐφίεται καὶ νεωτέρων προτέρων καὶ πρεσβυτέρων ὑστέρων. ἔχει δὲ καὶ τὸν ἠθοποιὸν λόγον ἑαυτῷ συνᾴδοντα· τοῖς γὰρ ἀσκηταῖς ἀνάγκη πρότερον ἐντυχεῖν τῇ νεωτέρᾳ παιδείᾳ, ἵνα τῆς τελειοτέρας αὖθις ἀπόνασθαι βεβαίως δυνηθῶσι. παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ἢ ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ· αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν. ὁ δ’ ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ ἐκείνῃ πόθον ἐκλύσωμεν.