<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="41"><p> πίστιν οὐκ ἔμαθε. <milestone unit="altref" n="11"/> καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος
ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς“
(Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ
 κατηγορεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="42"><p>φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ
ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, <lb n="15"/>
ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν
ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ
κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν
 ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="43"><p>ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων,
ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς <lb n="20"/>
θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν,
 οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="44"><p>ὥσπερ γὰρ ἀνατείλας
ὁ ἥλιος ἀποκρύπτει <milestone unit="altpage1" n="p. 364"/>  τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον
τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς
καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν <lb n="25"/>
αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος
ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι
 δοκοῦσιν ἐπισκοτεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="45"><p>θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ
θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη
τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 παγίως Turn.: πλαγίως codd.
<lb/>4 σε GUH: σοι Fv
<lb/>5 δόκησίν—ὠφελιμωτάτην om. GF
<lb/>6 τά τοιαῦτα F ἀλογήσῃ G
<lb/>10 ψευδοῦσαν H 
<lb/>11 βουλομένοις U
<lb/>12 λέγει GU
<lb/>13 ἀσεβείας L παραδικάζειν codd. ἐπισταμένως G
<lb/>15 πάντων conicio τις πρεσβύτερος U θεῶ HL1 
<lb/>17 ἁπαξαπάντων FII
<lb/>18 φὴς σύ GU: φησι H, φὴς F
<lb/>19 ἀρχή H οὐδὲν ἧττον] εὐσέβειαν conicio
<lb/>20 λέγεις G
<lb/>21 ἀλήθειαν G, ἀλήθεια U, πρὸς ἀλήθειαν conicio 
<lb/>25 καθαρώτατοι Γ’
<lb/>28 ἐπισκοπεῖν H τις τὸν Cohn: πιστὸν codd., ποτε τὸν coniciebam
<lb/>29 ὑπέμεινεν G
<lb/>30 ὡς om. G ὑπάρχουσιν et οὖσιν H</note>  

<pb n="v.2.p.179"/>
οὐκ οὖσι, δόξαν εἰργάσατο. </p></div></div></body></text></TEI>