πίστιν οὐκ ἔμαθε. καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς“ (Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ. φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς. ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον. ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν. θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν 1 παγίως Turn.: πλαγίως codd. 4 σε GUH: σοι Fv 5 δόκησίν—ὠφελιμωτάτην om. GF 6 τά τοιαῦτα F ἀλογήσῃ G 10 ψευδοῦσαν H 11 βουλομένοις U 12 λέγει GU 13 ἀσεβείας L παραδικάζειν codd. ἐπισταμένως G 15 πάντων conicio τις πρεσβύτερος U θεῶ HL1 17 ἁπαξαπάντων FII 18 φὴς σύ GU: φησι H, φὴς F 19 ἀρχή H οὐδὲν ἧττον] εὐσέβειαν conicio 20 λέγεις G 21 ἀλήθειαν G, ἀλήθεια U, πρὸς ἀλήθειαν conicio 25 καθαρώτατοι Γ’ 28 ἐπισκοπεῖν H τις τὸν Cohn: πιστὸν codd., ποτε τὸν coniciebam 29 ὑπέμεινεν G 30 ὡς om. G ὑπάρχουσιν et οὖσιν H οὐκ οὖσι, δόξαν εἰργάσατο.