τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς μεταβαλλούσης ἰδέας Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ ὅσα ἐν τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων. Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάς τε προστάξεις καὶ τοὺς ἱερωτάτους νόμους ἀναδιδάσκοντος — φησὶ γὰρ ὅτι „ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ“ (Exod. 18, 16) —, παρελθὼν ὁ δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις καὶ φθαρτοῖς μάλιστ’ ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων πρὸς τὸ εἶναι. καίτοι καὶ τοῦτον ἐλεήσας καὶ οἰκτισάμενος τοῦ πολλοῦ πλάνου μεταδιδάσκειν οἴεται δεῖν καὶ ἀναπείθειν ἀποστῆναι μὲν τῶν κενῶν 1 ἀπημφιεσμένην GF 2 τοῖς θέσει conicio προσέχειν om. Η, προέχειν G1F 3 ἔθη F πρὸ] πρὸς F 5 οὐδ’ ἑτέρω GF 6 δ’ om. Η αὐτῶ U 7 ἐπισκήψεων scripsi: ἐπισκέψεων codd. 10 εἴσεται U ἧττα νόμου GF φθορὰν FH: φθορᾶς U, φορὰν G 12 μεταπεποίηται H δὲ U 13. 14 δοξῶν ὑπεικούσαις H 14 x003E; παντοδαπὰς coni. Mang. 15 προτέρως U τῷ] τὸ Γ’ 16 τύπω H 18 ἑωρουμένων F ἁρμόττον H 19 Μωυσέως U: Μωυσέος GFH 20 τε codd.: γε v 22 διακρίνω scripsi: διακρινῶ codd. συμβιβάζω GU: συμβιβάσω FH 23 τοῦ om. U 24 νοθὸρ H ἀγαθῶν] ὀργίων coni. Mang. ἀνθρωπίνοις v 25 μάλιστα G, μάλισθ’ U 26 ἀφορῶντας coni. Mang. ἀναφερόντων L1 δοξῶν, ἀκολουθῆσαι δὲ παγίως τῷ ἀληθεῖ· „ἐξάραντες“, γάρ φησιν, ἡμεῖς καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν· „ἴθι δὴ μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν“ (Num. 10, 29)· ἀποβαλεῖς μὲν γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν. ἀλλὰ γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον καὶ κενὸν τῦφον· λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν· „οὐ πορεύσομαι ἀλλ’ εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου“ (Num. 10, 30), τουτέστι τὴν συγγενῆ ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην